Manumission record with consecration to Asklepios. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — ca. 150 BC or shortly after? — BCH 118 (1994) 124, III, 5 — SEG 44.484
1 | ἀγ[αθᾶι τύ]χαι· σ[τραταγοῦντος τῶν Πρασαιβῶν Νικάδα] |
Λοιγυφίου, προστατοῦντος δ[ὲ Φιλίπ]πο[υ Ὑποππαί]- | |
ου, [ἱερ]εύοντος δὲ τοῦ Ἀσκλαπιοῦ Νικά[δα Καρτω]- | |
νοῦ, μηνὸς Γαμιλίου ἁμέραι δωδεκάται, ἀφίεντι ἐλεύ[θερον] | |
5 | καὶ ἀνατίθεντι ἱερὸν το͂ι Ἀσκλαπιο͂ι ἀνέφαπτον Ἱ̣άρωνα̣ |
Ἀριστείδας καὶ Ματερίνα, κατὰ τὸν τῶν ἀτέκνων νόμον, | |
παρμείναντα ἇς κα ζο͂ι Ἀριστείδας καὶ Ματερίνα· μάρτυρες | |
Μυρτίλος Λυσανία, Ἀπποίτας Ἀντιγόνου, Νικάνωρ Λύκου, Ἀγα- | |
θοκλῆς Ἐργοτέλεος, Θεμίσων Ζωπύρου. |