Manumission record with consecration to Asklepios.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — ca. 163-158 BC — BCH 118 (1994) 130, IV, B, 2 — SEG 44.495 — cf. SEG 48.679
1 [ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτηρίαι· στραταγούντων τῶν]
[Πρασ]αιβῶν Ἀ[ντιγόνου Κυδεστοῦ καὶ Μενεξίου]
[Π]ελματίου τὸ δεύ[τ]ερ[ο]ν, [προστα]τ[οῦ]ντος δὲ Φυ[σ]κ[ί]-
ωνος Ἀμοργίου, ἱερεύο[ντος] δ[ὲ] τοῦ Ἀσκλαπιοῦ Δεξάν-
5 δρου Ἀγχεροπαίου, μηνὸς Γαμιλίου ἑβδόμαι, ἀφίεντι ἐλεύθε-
ρον καὶ ἀνατίθεντι ἱερὸν το͂ι Ἀ[σκλ]απιο͂ι Σίμακος Σωσάνδρου Πορρω-
νὸς καὶ Λέαινα Σιμάκου καὶ Λυσανίας καὶ Σώσανδρος καὶ Λυκίσκα
Μενεξίου καὶ Λυκόφρ[ων καὶ] Ἀπποίτας Ἀντιγόνου, συνευδο-
κούντων Ἀντιγόνου τοῦ Λυκόφρονος Κυδεστοῦ καὶ Μενεξίου
10 τοῦ Λυσανία Πελματίου Θραικίδαν ἀνέφαπτον· παραμεινάτω δὲ
Θραικίδας παρὰ Σίμακον ἇς κα ζο͂ι Σίμακος· μάρτυρες Πολύνικος Μυρ-
τίλου Κυεστός, Σωκλῆς καὶ Ἀρχίας Γλαυκία Ἐσσύριοι, Ἀνδρόνικος Ἄν-
δρωνος Πόλλειος, 〚— — — — — 30,5 cm — — — — —〛, Θεύδοτος Ἀνεροί-
τα Ὀπάτας.
Search Help
Contact Us