Manumission record with consecration to Asklepios.  Stone block in the wall of the diazoma of the theater.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC — ZPE 63 (1994) 142, III — SEG 36.563 — SEG 38.505
1 [ἀ]γαθᾶι τύχαι· ἱερεύοντος το͂ι Ἀ[σκλ]απιο͂ι Νέστορος Τεμούου, [στ]ρατα-
γοῦντος δὲ τῶμ Πρασαιβῶν Φιλίππου Τυκωνίου, προστατοῦντος δὲ
Νικοστράτου Πορρωνοῦ, μηνὸς Γαμ[ι]λίο[υ], ἀφίητι ἐλεύθερον καὶ ἀνα-
τίθη[τι] ἱερὸν το͂ι Ἀσκλαπιο͂ι Μ̣ε̣νίσκον ἀνέφαπτον Μενεστράτα
5 Μ̣η̣νοφίλου, συνευδοκοῦντος τοῦ υἱοῦ τοῦ Μενεστράτας Σω[σιπά]-
τ̣ρου· μάρτυρες Πολέμων Βοΐσκου, Σωκλῆς καὶ Ἀρχίας Γλαυκία.
Search Help
Contact Us