Manumission record.  Stone blocks in the analemma of the western parodos of the theater.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC — StudHist 3,2 (1966) 163, 18; 172, 28, col. II — Actes du colloque 1972 sur l'esclavage (1974) 142, 18; 158, 28, col. II — SEG 38.488; 38.499, col. II
1 ἐπὶ ἱερέος Φρυνίχου τοῦ Σωσιπά-
   τρου Ἀγχεροπαίου, οἱ ἀφεωθέντες
                    ἐλεύθεροι·
   Παρμενίσκος, Ὑβρίμμας, Λαμία, Παμφίλα
5                       Νικάσιον·
   Ματερώ, συνευδοκούντων Ἀρκολέοντος, Σω-
   σάνδρου, vacat Ἀντιγόναν.
   Νικάσιος, Μενέφυλος, Κλεόμητις
                                 Ἑλικῶνα·
10   Ἡρακλείδας Νικία ὢν ἄτεκνος
          Ἀφροδισίαν, Παρμενίσκον·
   Βοΐσκος, Πολέμ[ω]ν, Στρατονίκα
              Κρά[τ]ειαν.
 ἀφίητι ἐλεύθερον, κατὰ τὸν τῶν ἀτέκνων νόμον, Εὐ-
15  ρύμμας, Λυκίσκα vacat Φίλιστον·
    Ἄδματος, Σατύρα Ἐ̣ρωτίδα, κατὰ τὸν τῶν
        ἀτέκνων νόμον·
        Ξενὶς Δρόμω[ν]ος vacat Λάρεισα[ν]·
          ἀφίητι ἐλεύθερον Νικίαν, κατὰ τὸν τῶν
20           ἀτέκνων νόμον, Δίκαιος·
      Ἀριστόμαχος Ἀριστέος Ἐχενίκα<ν>, κατὰ
     τὸν τῶν ἀτέκνων νόμον· Θοῖνος, Ἀριστο-
 μάχα, Φιλωτέρα, Φιλότας, Λύκος
                 Φιλοκράτη,
25  παραμίναντα παρὰ Θοῖνον καὶ Ἀριστομά-
 χαν ἇς κα ζῶντι, τὰ δὲ λοιπὰ ἴμεν πᾶι
 κα χρήζῃ·
Βοΐσκος, Πολέμων, Στρατονίκα
                       Φρυνίωνα·
30 Νίκαρχος, Φερενίκα, Φιλωτέρα
                 Φιλωνίδαν·
Ἁδυλώ, συνευδοκοῦντος τοῦ πατρὸς Μυ̣ρ-
τίλου vacat Νεαρχίδα,
κατὰ τὸν τῶν ἀτέκνων νόμον·
35 Νικάνωρ Συμμαχίδα, κατὰ τὸν τῶν ἀ-
τέκνων νόμον, vac. Ἀπολλωνίαν·
Α[ἴ]νατος, Λαμία, Ἱρόμαχος, Ἀντίπα̣τρ[ος]
                  Φιλοκράτειαν.
[— — — — — — — — — — — — — — —]
40 Ἡρ̣ά̣[κλει]τος, κατὰ [τὸν τῶ]ν ἀτέ‵κ′νων
ν[όμο]ν vacat Δωρίωνα, κατὰ
τὸν τῶν ἀτέκνων νόμον·
Δωρόθεος Ἐπίκτησιν, κατὰ
τὸν τῶν ἀτέκνων νόμον,
45 παραμείνασαν ἇς κα
ζο͂ι Δωρόθεος, ποιοῦσαν
τὰ ἐπιτασσόμενα·
Φρύνιχος, Λέαινα, Ἀντιφῶν,
Σωσίπατρος Γένθιον.
Search Help
Contact Us