Proxeny decree of the koinon of the Prasaiboi for Moschidas and family, followed by a second, fragmentary, decree.  Stone block, reused in a pavement west of the temple of Asklepios.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC — Albania Antica 3 (1942) 206-208 — Cabanes, L'Épire (1976) 565, 43 — SEG 38.464; cf. 44.497
decree 1.1 [— — — — ἱ]ερ[εύοντος — —]
[— — —]αν [․․․] Εὐτά[— —]
                  τοῖς θε[οῖς].
                          vacat
4                ἀπολογιζομένου Νικά[νδρ]ου τοῦ [προ]στάτα
5                τῶν Πρασαιβῶν τᾶι β[ου]λᾶι καὶ τᾶι ἐ[κ]λησίαι τῶν
               Πρασαιβῶν περὶ προξενίας Μοσχί[δαι] Ε[ὐ]νίσκου Κορκυ-
               ραίωι καὶ τᾶι γυναικὶ αὐτοῦ Λυσ̣ο͂ι κ̣α[ὶ το͂ι] ὑο͂ι Ἀρίστωνι καὶ
               οἰομένου δεῖ[ν] δοθῆμεν αὐτο[ῖς] π[ροξενίαν] σ[υνεπ]αι[νή]-
               σαντος Λυκίσκου τοῦ Λύκου Ὀπορρ[ωνίο]υ, ἔδοξε τᾶι
10                ἐκλησίαι τῶν Πρασαιβῶν εἶμεν [προξένους καὶ εὐεργέτας]
               τῶν Πρασαιβῶν Μοσχίδαν τε [καὶ Λυσὼ καὶ Ἀρίστωνα εἰς]
               τὸν ἅπαντα χρόνον· ὑπάρχειν δὲ α[ὐτοῖ]ς κ[αὶ γᾶς καὶ οἰκίας]
               ἔνκτασιν ἐν Πρασαιβίαι καὶ ἀτέ[λ]ειαν κα[ὶ] τὰ [ἄλλα τίμια]
               πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις κα[ὶ εὐεργέταις].
decree 2.1               στραταγοῦντ[ος] τῶν Πρασαιβῶν Σα[— — — —]ου[— — — —], πρ[ο]-
              στατοῦντος δ[ὲ] Παρμενίσκου Ὀρ[— — —]ου, μηνὸς Κρανείου
             Ἡρακ[λείοις — — — — — — — — — — — — — — — — — —]Κ̣Ι̣Λ̣
Search Help
Contact Us