Proxeny decree of the koinon of the Prasaiboi for Chairias, son of Dioskouridas, from Teos.  Stone block in the analemma of the western parodos of the theater.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC (ca. 136 BC?) — Actes du colloque 1972 sur l'esclavage (1974) 164, 32 — SEG 38.489 — SEG 50.546
[— — — — — — — — — ? — — — — — — — —]
διαλεγέντος Σωκλέος τοῦ Γλαυκία Ἐσσυρίου
περὶ προξενίας Χαιρίαι τῶι Διοσκουρίδα Τηΐωι,
καὶ ἀπολογισαμένου ἃν ἔχων εὔνοιαν διατελεῖ
εἰς τὸ κοινὸν τῶμ Πρασαιβῶν καὶ διότι ποτιλαμφθεὶς
5 ἐπιστάτας ὑπὸ Ἀντιπάτρου τοῦ Ἀρχία ὑοῦ τὰν πᾶσαν
ἐπιμέλειαν μετ’ εὐνοίας ἔν τε τᾶι τέχναι καὶ τᾶι ἄλ-
λαι ἀναστροφᾶι εἰς Ἀντίπατρον ποιεῖται, ἔδοξε
τᾶι βουλᾶι καὶ τᾶι ἐκκλησίαι τῶμ Πρασαιβῶν ἐπαινέ-
σαι ἐπί [τε τᾶι] ε[ὐ]νοία[ι τᾶ]ι εἰς τοὺς Πρασαιβοὺς καὶ ἐπὶ
10 τᾶι εἰς Ἀντίπατρον ἐπιμελείαι μετ’ εὐνοίας, πρόξενόν
τε εἶμεν καὶ εὐεργέταν τῶμ Πρασαιβῶν Χαιρίαν Διοσκου-
ρίδα Τήϊον καὶ αὐτὸν καὶ ἐκγόνους, ὑπάρχειν τε αὐτῶι καὶ
ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτασιν ἐμ Πρασαιβίαι καὶ ἀσφάλει-
αν καὶ αὐτοῖς καὶ χρήμασιν καὶ πολέμου καὶ εἰράνας, τὰ
15 ἀπὸ Πρασαιβῶν, καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ
ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us