[ ] Lakonike — Geronthrai
1      ἔδοξε τᾶι πόλει τῶν Γε-
   ρονθρατᾶν Πέλοπα Λαο-
   δάμαντος Λακεδαιμόνιον
  πρόξενον εἶμεν καὶ εὐεργέ-
5   ταν τᾶς πόλιος, ὑπάρχειν δὲ
  αὐτοῖς γᾶς καὶ {τᾶς} οἰκίας
 ἔγκτησιν καὶ τὰ λοιπὰ τίμια,
ὅσα καὶ τοῖς λοιποῖς προξένοις·
  τὰν δὲ προξενίαν ταύταν τὼς
10   ἐφόρ<ω>ς ἀναγράψαι εἰς τὸ ἱερὸν
  τ<ῶ> Ἀπόλλωνος
  καὶ ἀναθέμεν εἰς <σ>τάλαν
          λιθίναν.
Search Help
Contact Us