[ ] Boiotia — Thespiai — 3rd c. BC — IG VII 4240 — SEG 27.71, 36.487, 46.543
1 Ε̣ὐ̣θ̣υ̣[κλ]ῆς παῖς Ἀμφικρίτου Μούσαις ἀνέθηκε
κοσμήσ̣[ας] ἔπεσιν, τῶν ἁ χάρις εἴη ἀείνως
καὶ γένεος τὸ τέλος κείνου καὶ οὔνομα σώιζοι.
οὕτ̣ω̣ς̣ ἀ̣ν̣τω̣π̣οῖς ἀριγηρα[λ]έος βροτῶι ἶσα
5 οὐκ ἀδ[α]ῂς Ἑλικὼν Μου[σ]άων χρησμὸν ἰαχέω·
πειθομένοι[σ]ι βροτοῖς ὑποθήκαις Ἡσιόδοιο
εὐνομία χ[ώ]ρα τ’ ἔσται καρποῖσι βρύουσα.
Ἡσιόδος Δίου Μούσας Ἑλικῶνά τε θεῖον
καλ<λ>ίστοις ὕμνοις [κύδην’, ὁ δ’ ἄρ’ Ἀμφικρίτοιο]
10 [παῖς κεῖνον τιμάει εὔστομο]ν̣ α̣[ἴσ]ιον ἄνδ̣ρ̣α̣.
Search Help