1 | ὦ παῖ τοξότα Κύπριδος λιγείης, |
Θεσπιαῖς Ἑλικωνίαισι ναίων | |
Ναρκίσσου παρὰ κῆπον ἀνθέοντα, | |
ἱλήκοις· τὸ δέ τοι δίδωσι δε͂ξο | |
5 | ἀκροθείνιον Ἁδριανὸς ἄρκτου, |
ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας. | |
σὺ δ’ αὐτῶι χάριν ἀντὶ τοῦ σαόφρων | |
πνέοις οὐρανίας ἀπ’ Ἀφροδίτης. |
Roesch, IThesp
270