[ ]
Boiotia — Thespiai — after 212 AD — IG VII 1776 — BCH 19 (1895) 345, 18 — SEG 46.536; cf. 52.511
See also:
1 | ἀγαθῇ τύχῃ· |
ἀγωνοθετοῦντος τῶν | |
μεγάλων Καισαρήων | |
Σεβαστήων Μουσεί- | |
5 | ων Αὐρη(λίου) Καλλικλι- |
ανοῦ τοῦ Σωτηρί- | |
χου, v ἐπὶ ἄρχοντος | |
Αὐρη(λίου) Μουσέρωτος (τοῦ Μουσέρωτος) | |
πυρφοροῦντος Αὐρη(λίου) | |
10 | Ἀριστοκλέους τοῦ Ἐπικτᾶ, |
γραμματεύοντος Αὐρη(λίου) Λιβά- | |
νου (τοῦ Λιβάνου), ἐνείκων οἵδε· | |
σαλπικτὴς Πού(πλιος) Τ. Αἴλιος Σερα- | |
πίων Ἐφέσιος, κῆρυξ Μ(ᾶρκος) Αὐρή(λιος) | |
15 | Εὐτύχης Ταναγραῖος, ῥαψῳ- |
δὸς Μ(ᾶρκος) Αὐρή(λιος) Εὔκαιρος Ταναγραῖ- | |
ος, πυθικὸς αὐλητὴς Μ(ᾶρκος) Αὐρή(λιος) | |
Ἰουλιανὸς Τριπολείτης, | |
πυθικὸς κιθαριστὴς Λουκ- | |
20 | ίλιος Αἴλιος Ἀλέξανδρος, |
κύκλιος αὐλητὴς Μ(ᾶρκος) Αὐρή(λιος) | |
Σεπτίμιος Νεμεσιανὸς Ἀν- | |
τιγενίδης Κολὼν Ἀντιοχεύς, | |
τραγῳδὸς Μ(ᾶρκος) Αὐφίδιος Ἀρτε- | |
25 | μίδωρος Κορίνθιος, κωμῳδὸς |
Μ(ᾶρκος) Εὐτυχιανὸς Ἀθηναῖος, | |
κιθαρῳδὸς Μ(ᾶρκος) Αὐρή(λιος) Ἀλέξαν- | |
δρος Νεικομηδεύς, | |
χοροῦ πολειτικοῦ Αὐρή(λιος) Ζωσι- | |
30 | μιανὸς Γλύκωνος Θεσπιεύς, |
διὰ πάντων Μ(ᾶρκος) Αὐρή(λιος) Σεπτί- | |
μιος Νεμεσιανὸς Ἀντιγε- | |
νίδης Κολὼν Ἀντιοχεύς. | |
{²vacat}² |