[ ] Boiotia — Thespiai — ca. 215-208 BC — IG VII 1735 (b) — BCH 19 (1895) 322, 2 — SEG 36.466, 46.536
See also:
1 [— — — — — — — ἀπεν]ενκ[εῖν ὅτι — — —]
[— — — — — — Ἀθ]ήνησ̣ιν ἀποδέχετα[ι]
[τὸν ἀγῶνα] τὸν θυμελικὸν ὃν τίθη̣σ̣ι̣[ν]
[ἡ π]όλις ἡ Θεσπιέων ταῖς Μούσαις [στε]-
5 φανίτην ἰσοπύθιον· τὰ δὲ ἆθλα το[ῖς νικῶ]-
σιν Ἀθηναίων τὰ Μουσεῖα ὑπά[ρχειν ὅσα]
καὶ τοῖς τὰ Πύθια νικῶσιν τ[οῖς τε]
ἐπῶν ποιηταῖς καὶ αὐλωιδοῖς [καὶ]
τοῖς αὐληταῖς τοῖς τὰ Πύθ[ια νικῶσιν],
10 καθὰ ἀξιοῦσιν Βοιωτοὶ καὶ ἡ [πόλις ἡ]
Θεσπιέων· μ[ερί]ζειν δὲ εἰς ἕκασ[τον αὐ]-
τῶν καὶ πράττειν οἷς ἐκ τῶν νόμ[ων]
καὶ τῶν ψηφισμάτων προστέτακτα[ι]·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα.  {²vac.}²
15                      {²vacat}²
Search Help
Contact Us