[ ]
Boiotia — Thespiai — ca. 215-208 BC — BCH 19 (1895) 313,1 — SEG 46.536
1 | ὁ θυμελικὸς ἀγὼν στεφανίτης πρῶτον ἐγένετο· |
col. II.2 | ἀγωνοθετοῦντος Ἱεροκλέος, ἱερέως δὲ |
τῶν Μουσῶν Μνασίωνος, ἀπὸ δὲ | |
τῶν τεχνιτῶν Αἰσχύλου, καὶ δόγμα- | |
5 | τα περὶ τοῦ ἀγῶνος τῶν Μουσείων. |
τεχνιτῶν· ἔδοξε τοῖς τεχνίταις | |
τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας· ἐπειδὴ | |
παραγενόμενος πρεσβευτὴς | |
Ἱεροκλῆς παρὰ τῆς πόλεως Θεσ- | |
10 | πιέων καὶ τοῦ κοινοῦ τῶν Βοι- |
ωτῶν ψηφίσματά τε ἀπέδω- | |
κεν καὶ ἐπιστολὴν ἐν ἧι παρε- | |
κάλει τοὺς τεχνίτας, τῆς | |
πόλεως τῶν Θεσπιέων προ- | |
15 | κεχειρισμένης τὸ ἀγῶνα |
τὸν ἐν τῶι Ἑλικῶνι γινόμενον | |
ταῖς Μούσαις στεφανίτην εἶ- | |
ναι τὸν θυμελικὸν τόν τε τῶν | |
αὐλητῶν καὶ αὐλωιδῶν καὶ | |
20 | κιθαριστῶν καὶ κιθαρωιδῶν |
καὶ ἐπῶν ποιητῆι, καὶ ὅπως | |
ἂν ὁ ἐνιαυτὸς μετατεθῆι ἐν | |
ὧι ὁ ἀγὼν γίνεται, καὶ συνπρεσ- | |
βεύσωσιν περὶ τούτων οὗ ἂν | |
25 | παρακαλῆι ἡ πόλις ἡ τῶν Θεσ- |
πιέων, καθὼς καὶ ἐν τοῖς ἔμπροσ- | |
[θ]εν χρόνοις, πράττωσι δὲ οἱ τε- | |
[χνῖ]ται καὶ ἐὰν ἄλλο [τ]ι χρήσιμον | |
[ἢ ἔνδ]οξον ε]ἶναι δόξηι] ἢ ΔΙΕ | |
30 | — — — — — — — — — — —ΩΣ |
1(31) | [Ἱεροκλῆς λόγους ἐποήσατο ἀκολούθως] |
τοῖς ἐν τοῖς ψηφίσμασι γεγραμ- | |
μένοις, ἐπέδειξε δὲ καὶ τὰ | |
ἐξ ἀρχῆς προγεγονότα φιλάνθρω- | |
5(35) | πα τῆι πόλει τῶν Θεσπιέων πρὸς |
τοὺς τεχνίτας καὶ τοὺς τεχνί- | |
τας πρὸς τὴν πόλιν τῶν Θεσ- | |
πιέων· περὶ δ<ὴ> τούτων πάντων, | |
ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς | |
10(40) | τεχνίταις ἐπαινέσαι μὲν τὴν |
πόλιν τῶν Θεσπιέων καὶ τὸ κοινὸν | |
τῶν Βοιωτῶν ἐπὶ τῆι φιλοτιμίαι | |
ἧι ἔχουσιν εἴς τε τὸ ἱερὸν τῶν | |
Μουσῶν καὶ τὸ κοινὸν τῶν τε- | |
15(45) | χνιτῶν· ἀποκρίνασθαι δὲ αὐτοῖς |
ὅτε καὶ πρότερον οἱ τεχνῖται, | |
κοινὸν ὑπολαμβάνοντες, | |
εἶναι τὸν ἀγῶνα τῶν Μουσῶν | |
τῆι τε πόλει Θεσπιέων καὶ αὑ- | |
20(50) | τοῖς, τὴν πᾶσαν προθυμίαν |
ἐνεδείξαντο καὶ συνθύοντες | |
καὶ ἱερέα ἐξ αὑτῶν αἱρούμενοι | |
καὶ θεωροὺς ἀποστέλλοντες | |
καὶ ψηφίσματα γράφοντες καὶ | |
25(55) | συμπρεσβεύοντες περὶ τοῦ |
ἀγῶνος καὶ πρὸς τοὺς λοιποὺς | |
Ἕλληνας, καθὼς ἂν ἡ πολις παρ[α]- | |
καλῆι τῶν Θεσπιέων· ἐμφανί- | |
ζειν δὲ αὐτοῖς ὅτι καὶ νῦν πρῶτοι | |
30(60) | τὸν ἀγῶνα ταῖς Μούσαις στεφα- |
[νί]την ἀποδέχοντ[αι — — —] |