[ ] Boiotia — Thespiai — ca. 220 BC — BCH 21 (1897) 553,2 — SEG 45.451
See also:
1 Θεοδότω ἄρχοντος· Διονύσιος Λυσίαο ἔλεξε· ἐπιδεὶ ἁ μίσθωσις τῶν γυάων
διεσσείλθεικε, ὑπάρχι δὲ ἐν τῆ π[ρ]οτ̣ηνὶ προ[ρ]ρείσει, ἤ τίς κα βείλειτη τ̣ῶν ϝ̣εϝυ̣[κει]-
όντων, ὑπογράψ[ασθη] τᾶς [αὐτ]ᾶς μισθώσιος· δεδόχθη τοῖ δάμοι ἀρχὰν ἑλ[έσ]-
θη τρῖς ἄνδρα[ς μεὶ νεω]τ[έρως] πεντ[εί]κοντα ϝετέων κὴ γραμματιστὰν [μεὶ νε]-
5 ώτερον τ[ρι]άκοντα ϝετέων· τὼς δὲ σταθέντας μισθῶση τὼς γύας κὰτ τὰν
πρόρρεισιν καθ’ ἃν κὴ τὸ πρότερον μεμισθωάθη· μισθῶση δὲ κὴ τὸ Νυνφῆον τὸ ἐν Φε[ρίης]·
τοῖς μὲν πεπιτευόντεσσι κὴ πεποιόντεισσι τὰ ἐς τᾶς προρρείσι<ος>, ἤ κα βε[ί]λωνθη, τᾶς [αὐ]-
τᾶς μισθώσιος ἐσσεῖμεν αὐτῦς ὑπογράψασθη παριόντεσσι αὐτοῖς· ὁπόττα δέ κα
ἀπίτευτα ἴωνθι ἐνβᾶση τὰν ἀρχὰν καθ’ ἅ κα φήνειτη αὐτῆ σύνφορον εἶμεν· ὅτι δέ κα
10 ἀναλώσωνθι ἐν οὗτα, ἀπολογίσασθη πὸκ κατόπτας. Θεοδότω ἄρχοντος, μεινὸς
Ἀλαλκομενίω· ἀρχὰ Ἑρμάϋλος Εὐαγγέλω, Σιττάρων Διονυσίω, Μνασίων Μνασιγέν[εος],
γραμματιστὰς Ἑρμάϊος Εὐαρχίδαο, ἔνβασε τὼς γύας [τὼ]ς ἐν Ἀφαρκαέυς κὴ τὸ Νυνφῆον τὸ [ἐν]
Φερίης κατὸ ψάφισμα τῶ δάμω κὴ τὰς πρόρρεισις τὰς ὑπαρχώσας τῶν μὲν γ[υ]άων τὰς ἐ[πὶ]
Ἐνπεδοκλεῖος ἄρχοντος, τῶ δὲ Νυνφήω τὰς ἐπὶ Χαροπίνω ἄρχοντος. τυὶ ὑπεγρ<ά>ψανθο
15 κὴ ἐμισθώσαντο· πρᾶτον γυάων· Σάων Ἀντίγωνος τᾶς αὐτᾶς ὑπεγράψ[α]το {⁸140 dr.}⁸ προσ-
τάτας Τειμοκράτεις Ἐργοφίλω· #⁵⁶ δεύτερον Ἀριστόκριτος Νίκωνος Θειβῆος [ἐ]ν[έ]βα {⁸50 [․] 14 dr.}⁸· προ[σ]-
τάτας Ἀπολλωνίδας Ἁρμοδίω, Ῥόδων Ἀγεσστρότω· #⁵⁶ τρίτον Φίλων Φίλωνος τᾶς ὐτᾶ[ς ὑ]πε-
γράψατο {⁸121 dr.}⁸· προστάτας Εἱρόδοτος Ϝαδωσίω· #⁵⁶ πέτρατον· Φίλων Φίλωνος τᾶς αὐτᾶς ὑ[πε]-
γρ[ά]ψατο {⁸167 dr.}⁸· προστάτας Εἱρόδοτος Ϝαδωσίω· #⁵⁶ πένπτον Μνασιγένεις Θεοδώρω
20 [τᾶ]ς αὐτᾶς ὐπεγράψατο {⁸97 dr.}⁸· προστάτας Πισίας Δαϊκ[ρά]τεος Θειβῆος· #⁵⁶ ἕκτον <τὸν> Διο-
[νυσοδ]ώρω Ζωπούρα Διονυσίω <ἁ> ἀδελφεὰ τᾶς αὐτᾶς ὑπεγράψατο {⁸77 dr.}⁸·  προστ[ά]τας Πολέα[ς]
[Ἀρχί]αο, Σαωσίας Σωσιπόλιος· παρεῖαν Ζωπύρη τῶν φίλων Πολέας Ἀρχίαο, Σαωσίας Σ[ω]-
[σιπ]όλιος, Διονύσιος Διονυσίω· #⁵⁶ ἕβδομον Μνασιγένεις Θεοδώρω τᾶς αὐτᾶς ὑπεγράψατ[ο]
{⁸80 dr.}⁸· προστάτας Πισίας [Δαϊ]κρά[τ]εος Θειβῆος· #⁵⁶ ὄγδοον τὸν Διονυσοδώρω Ζωπούρα Διονυσί[ω ἁ]
25 ἀδελφεὰ τᾶς αὐτᾶς ὑ[πεγ]ράψατο {⁸28 dr.}⁸· προστάτας Πολέας Ἀρχίαο, Σ[αωσίας] Σωσι[πό]-
λιος· παρεῖαν Ζωπύρη τῶν φίλων Πολέας Ἀρχίαο, Σαωσίας Σωσιπόλιος, Διονύσιος Διο-
νυσίω·#⁵⁶ ἔνατον Θεότιμος Θεοτίμω τᾶς αὐτᾶς ὑπεγ[ρ]άψατο 〚{⁸90 dr.}⁸〛 {⁸9 dr.}⁸· προσ[τάτας]
Δευξίας Πουθίωνος· #⁵⁶ δέκατον Θεότιμος Θεοτίμω τᾶς αὐτᾶς ὑπεγράψατο {⁸11 dr.}⁸· προσ[τάτας]
Δευξίας Πουθίωνος· #⁵⁶ ἑνδέκατον Εἱρ[όδ]οτος Ϝαδωσίω ἐνέβα {⁸36 dr.}⁸· προστάτας [Φ]ίλων
30 Φίλωνος· #⁵⁶ δυ[ω]δέκατον· Σ̣ί[μυ]λος Ν̣έ̣ωνος τᾶς αὐτᾶς ὑπεγράψατ<ο> {⁸160 dr.}⁸· προ(στάτας) Ἀλεξίδαμος Ἀλεξιδ[ά]-
μω· #⁵⁶ τρῖς κὴ δέκατον τὸν Πουθοδότω Θυνία, Ῥόδιος, τοὶ παῖδες Πουθοδότω, τᾶς αὐτᾶς ὑπεγράψαν-
QO {8`52 &dr.}8$: PROSTA/TAS *)ARISTOGI/TWN *POLUKLI/DAO *QISBEU\S, *(IA/RWN *DI/WNOS: PAREI=AN TW=N FI/LWN *MN[ASI]-
γένεις Θεοδώρω, Ἱππομενίδας Ὀλυνπίωνος, Ἀθανίας Θεοϝέργω· #⁵⁶ πέτταρες κὴ δέκατον Σιμύλος
Νέωνος τᾶς αὐτᾶς ὑπεγράψατο {⁸60 dr.}⁸· προστάτας Ἀλεξίδαμος Ἀλεξιδάμω· #⁵⁶  πέντε κὴ δέκα[τον]
35 τὸν Πουθοδότω Θυν[ία],  Ῥ[όδιος, τ]οὶ παῖδες τᾶς αὐτᾶς ὑπεγράψανθο {⁸36 dr.}⁸· προστάτας Ἀριστογίτ[ων]
Πολυκλίδαο Θισβ[εύ]ς,  Ἱάρων Δίωνος· παρεῖαν τῶν φίλων Μνασιγένεις Θεοδώρω,
Ἱππομενίδα[ς]
Ὀλυμπίωνος, Ἀθανίας Θεοϝέργω· #⁵⁶ ἓς κὴ δέκατον Τίρων Πύθωνος ἐνέβα {⁸26 dr.}⁸· προστάτας
Λουσίμαχος Μικ[ί]ναο· #⁵⁶ ἑπτὰ κὴ δέκατον Φίλων Φίλωνος τᾶς αὐτᾶς ὑπεγράψατο {⁸22̣ dr. [2 dr.] 2 dr.}⁸·
40 προστάτας Πτωίων Πασιμάχω·#⁵⁶ ὀκτὸ κὴ δέκατον τὸν Ἱσμεινο[δ]ώρω Δ[ι]νοφίλα ἁ θυγάτ[ειρ]
[τ]ᾶς αὐτᾶς ὑπεγράψατο {⁸6 dr.}⁸· προστάτας Φέρεις Ὑπερβόλω, Ἀρχίας Μενεστρότω· παρεῖς Δινο-
φί<λ>η Ἀρχίας ὁ ἀνείρ· #⁵⁶ ἔνα κὴ δέκατον Φίλων Φίλωνος τᾶς αὐτᾶς ὑπεγράψατο {⁸20 dr.}⁸· προστάτας
Πτωίων Πασιμάχω· #⁵⁶ ϝικαστὸν τὸν Ἱσμεινοδώρω Δινοφίλα ἁ θυγάτειρ τᾶς αὐτᾶς ὑπεγράψατο
{⁸22 dr.}⁸· προστάτας Φέρεις Ὑπερβόλω, Ἀρχίας Μενεστρότω· παρεῖς Δινοφίλη Ἀρχίας ὁ ἀνε[ίρ]· #⁵⁶ ἕνα [κὴ]
ϝικαστὸν τὸν Ϝιμμπίδαο Φρουνίχα Δόρκω̣ν<ο>ς ἔγγιστα φᾶσα εἶμεν τᾶς αὺτᾶς ὑπεγρ[άψατο]
45 {⁸22 dr.}⁸· προστάτας  Ῥόδων Ἀγεστρότω· παρεῖς Φρουνίχη Μύσ̣ω̣ν Πεισίαο ὁ ἀνείρ· #⁵⁶ δεύ[τερον κὴ ϝικα]-
στὸν τὸν Φερεκλεῖος Πολέας ὁ ἀδελφεὸς τᾶς αὐτᾶς ὑπεγράψατο {⁸8 dr.}⁸· προστ[άτας Διονούσιος]
Διονουσίω· #⁵⁶ τρίτον κὴ ϝικαστὸν τὸν Ϝιμμπίδαο Φρουνίχα Δόρκωνος ἔγγιστ[α φᾶσα εἶμεν τᾶς αὐτᾶς]
ὑπεγράψατο {⁸32̣ dr.}⁸· [πρ]οστάτας Ῥόδων Ἀγεστρότω· παρῖς Φρουνίχη Μύσων Π[εισίαο ὁ ἀνείρ·#⁵⁶ πέτρατον]
κὴ ϝικαστὸν [Ῥόδ]ων Ἀγεστρότω ἐνέβα {⁸57 dr.}⁸· προστάτας Ποσθίων [— —c.10— —. τὸ Νυνφῆον]
50 ἐμισθώσατ̣ο Καλλικράτεις Θεοφάνεος {⁸90 dr.}⁸· προστάτας Κλέ̣ω̣ν̣ — — —.
                                                       {²vacat}²
Search Help
Contact Us