[ ]
Boiotia — Thespiai — 170-171 AD — Nouv. Choix (1971) 85,15 — SEG 39.456, 42.432
1 | ἀγαθῆι τύχηι· |
κατὰ τὰ δόξαντα τῆι τε βο[υ]λῆι καὶ τῷ δή[μῳ διὰ τοῦ] | |
ψηφίσματος τοῦ ὑπογεγ[ρα]μμένου, τῶ[ν προθύμως ἐκπεμ]- | |
φθέντων νέων ἐπὶ τὴν στ[ρ]ατείαν τῷ μεγ[ίστῳ καὶ θει]- | |
5 | οτάτῳ αὐτοκράτορι Καίσαρι Μ(άρκῳ) Αὐρηλίῳ Ἀντω[νείνῳ Σεβα]- |
στῷ Ἀρμενιακῷ Παρθικῷ ὀνόματα ἐνεγράφη ταύτ[ῃ]· | |
Λ(ούκιος) Ἄρριος Ἀλέξανδρο[ς εἶπε]ν· προβεβουλευμένον εἶναι ἑ[αυτῷ πρός τε] | |
τοὺς στρατηγοὺς Πύ[θω]να Ἀγαθοκλέους, Εὐφράτην [— — — , Εὐ]- | |
πάτορα Εὐπαλαίστρου καὶ τὴν βουλὴν καὶ τὸν [δῆμον]· | |
10 | ἐπεὶ καὶ πρότερον ἔδοξεν πολλάκις τῇ τε βουλῇ καὶ τῷ [δήμῳ, ὡς] |
τοῦτο ἐδηλώθη καὶ διὰ τοῦ προτεθέντος βιβλίου ὑπό τε τῶ[ν ἀρ]- | |
χόντων καὶ τῆς βουλῆς καὶ τῶν πρώτων, ὑπάρχειν τοῖς νέοις τ̣ο̣[ῖς] | |
ἐξιοῦσιν ἐπὶ τὴν εὐτυχεστάτην καὶ εὐσεβεστάτην στρατείαν | |
τειμὰς βουλευτικὰς αὐτοῖς τε παροῦσιν καὶ τοῖς γονεῦσιν αὐτῶν με- | |
15 | τὰ τὴν ἔξοδον τὴν ἐπ[ὶ τ]ὴν στρατείαν, ἵνα ἤδη καρπῶνται τὰς τειμάς, |
δεδογμένον εἶναι τοῖς τε ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰς δια- | |
νομὰς καὶ τὰς τειμὰς τὰς βουλευτικὰς τοῖς προθύμοις πρὸς τὴν | |
ἔξοδον τῶν νέων νῦν τε ἤδη δοθῆναι καὶ ἐν τῷ τῆς ἀποδημία[ς] | |
αὐτῶν χρόνῳ τοῖς γονεῦσιν τὰς τειμὰς διαμένειν καὶ ἐπανελ̣[θο]ῦ- | |
20 | σιν αὐτοῖς εὐτυχῶς ὑπάρχειν τὰ αὐτὰ δίκαια, ἀνασταθῆναι δὲ [καὶ] |
στήλην ἐπὶ τῆς ἀγορᾶς ἐν ᾗ τὰ ὀνόματα αὐτῶν ἐνχαραχθή[σετ]αι, | |
ὅπως εἰς τὸν [χ]ρόνον πάντ[α] τῶν ὐπὲρ τῆς πατρίδος προθυ[μ]η- | |
θέντων νέ[ω]ν μνήμη διαμένῃ· τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στή[λη]ν | |
ἐκ τῶν προγεγραμμένων ἀρχόντων προσόδου γεν[έ]σθαι· | |
25 | ὁ παραπέμπων τοὺς νέους Φλ(άβιος) Ἰόβας· οἱ πρεσβεύο[ν]τες Εἰρηναῖο[ς] |
Ζωσίμου, Βέντιος Ἀβάσκαντος ∙ Εἰρηναῖος τρίτον τ[ὸ α]ὐτὸ προῖκα | |
πρεσβεύει∶ | |
I-III.28 | Κοδρᾶτος Κοδράτου Ζώσιμος Εὐᾶ Ἀθηνίων Κυθήρου |
Μάρκιος Γόργος Ῥῆγλος Φαύστου Ὀνήσιμος Ἐφεσίου | |
30 | Ἑρμῆς Π[αρ]αμόνου Σύνφορος Νείκωνος Ὀνήσιμος Εὐτύχου |
Ἡρακλᾶ[ς Ζ]ω̣σι[μια]νοῦ Γ(άιος) Κοσούτιος Ζώσιμος | |
Παράμονος Εὐπόρου Μύρων Μύρωνος | |
Εὔνους Καλλικράτος Ἀγαθίας Διονυσίου Διονύσις Τειμοκράτους | |
Ἐπαφρόδειτος Εὐθήρου Εὐποριανὸς Εὐπόρου Οὔτις Ποπλίου | |
35 | Φαυστεῖνος Ἀπειμήτου |
Διονύσιος Κτήσωνος Τρόφιμος Ὀνησᾶ | |
Σύμφορος Μεγιστίωνος | |
Ἕρμιππος Προσστᾶ | |
Ἡρακλείδης Σωτήρου | |
40 | Διαδούμενος (Διαδουμένου) Κορνήλιος Σύμφορος |
Εὔπορος Στρατονείκου | |
Σύμφορος Πρείμου Νουμήνιος Ἄρις | |
Σωκράτης Ἑρμέου | |
Ὁμολώιχος Σεραπᾶ Ἀχιλλεὺς Ἀρίστωνος | |
45 | Σώτηρος Εἰσίωνος Διονύσιος Εὐτύχου |
Στέφανος Κύρου Διονύσιος Καλ<λ>ινείκου | |
Ἀγαθώνυμος Εὐτύχ[ο]υ Ἐπαφρόδειτος Ἀφροδεισίου | |
Ἀσκληπᾶς Ἀρίστωνος Ἐπικτᾶς ὁ καὶ Ἡρακλᾶς Νεικηφόρου | |
Ἀφροδείσιος Ἀφροδεισίου Κορνήλιος Μαρκιανός | |
50 | Ἑρμῆς Χαριδάμου Σωσ[ύ]λος Φρώρου |
Εὐφρῦς Εὐφρᾶ Λικ[ίνι]ος Φ<α>υστῖνος | |
Δημήτριος Εὐημέρου Τ̣υχικὸς Παραμόνου | |
— —8-10— — Ἡρακλᾶ [Σε]ραπίων Ζωσίμου | |
— —7-9— — Παραμόνου [Φ]ούλβιος Ἀβάσκαντος | |
55 | —6-7—ος [Ἀ]μφήριστος Ἀπολλω[νίου] |
{²vac.}² Εὐέλπιστος | |
Περιγένης Ἀντιόχου | |
Φίλιππος Εὐτύχου | |
Φ[ί]λιστος Παπίου εἰατρός Δαμιανὸς Δαμᾶ | |
60 | [․․․․․]άδης Εἰσιγένους Σεραπίων Μοσχᾶ |
Ἄτταλος Στράτων[ος] | |
[Μ]ηνόδωρος Ἀρίστωνος Νεικόβουλος Παραμό[νου] | |
Εὐφρόσυνος Ἱσμηνίου Φίλιππος Ὀνησᾶ | |
Αἴλιος Εὐέλπισστος | |
65 | Ν(ουμέριος) Κορνήλιος Λογεῖν̣[ος] |
Ν(ουμέριος) Κορνῆλιος Σύν[φορος] | |
{²vac.}² | |
Ἐπαφρίων Ἐπαγάθου | |
Ἡρακλᾶς Ὠφελᾶ | |
70 | Παράμωνος Παραμόνου |
Μενοίτας Ῥούφου | |
Ἀρτεμίδωρος Σωτήρου | |
Ἀνίκητος Σωτήρου | |
Ζώσιμος Ὑπερδεξίου | |
75 | Σωτήριχος Κιννάμου |
Μακεδὼν Μακεδόνος | |
Ἱλαρὸς Ἱλαροῦ | |
Σεμνὸς Ἑρμᾶ | |
{²vac.}² |