[ ] Boiotia — Thespiai — ca. 217-212 BC — BCH 46 (1922) 282,134 — SEG 1.132 + Add. pp. 137-138
See also:
1                                                           [θ]εο[ί]·
[Ἄ]γ̣ωνος ἄρχοντος, μεινὸς Θουίω, ἐπεψάφιδδε Ἀριστέας Νίκωνος,
                                   ψάφισμα τῶ δάμω.
[․․․․]στος Γλαύκω ἔλεξε· περὶ ἱαρῶ. προβεβωλευμένον εἶναι αὑτῦ
5 [πὸτ τ]ὸν δάμον· ἐπιδεὶ ἁ πόλις Δελφῶν ἀποστείλασα πρίσγειας ἀξί-
[ω]σε δικάστας ἀποστεῖλη τρῖς ἄνδρας τὰν πόλιν Θεισπιείων, τὺ δὲ
ἀποστειλέντες ἀξίως ἀνεστρέφεισαν τᾶς τε πόλιος Θεισπιείω[ν]
κὴ τὰς Δελφῶν κὴ διετάρεισαν τάν τε τῶν προγόνων καλοκαγαθίαν
κὴ τὰν αὐσαυτῶν φιλοδοξίαν κὴ διεξάγαγον τὰ ἐνκλείματα πλ̣ῖστο[ν]
10 λόγον ποεισάμενυ τῶ δικήω κὴ τῶ κυνῆ σουνφέροντος πάντεσσι Δελ-
[φ]ῦς, διὸ κὴ τάν τε πόλιν ἐπήνεισαν κὴ τὼς δικάστας ἐτίμασαν τῆς με-
[γί]σ̣της τίμης, ἧς πάτριον αὐτῦς ἐστὶ, κὴ οὑπολάδδουνθη δειέμεν ἀγγρ[α]-
[φεῖμε]ν̣ τὸ ψάφισμα ἐν τῦ ἐπιφανεστάτυ τόπυ τᾶς πόλιος, ὅπως φα̣-
[νερὸν ἴει τὸ]ν πάντα χρόνον, ὅπως ὦν φήνειτη κὴ ἁ πόλις Θεισπ̣[ι]-
15 [είων τὼς ἠὶ ἀποστ]ελλομένως οὑπὸ τ[ῶ] δάμω κὴ δειόντως ἀ[να]-
[στρεφομένως ἀξίως] τιμῶσα, δεδόχ[θ]η τῦ δάμ[υ], ἐπί κα τὸ ψάφι[σ]-
[μα κουρωθείει, ϝελέσθη ἀρχὰ]ν̣ τρῖς ἄνδρας μεὶ νεωτέρως τριάκον[τα ϝε]-
[τέων, τὼς δὲ εἱρεθέντας, παρλ]αβ̣όντ[ας] πὰρ τῶν πολεμάρχων τ̣[ὰ ἀντί]-
[γραφα τῶν ψαφισμάτων, πρίασθη] πεδὰ κατοπτάων στάλας λιθ[ίνας]
20 [δούο, κὴ ἐγδόμεν τὰν ἐνκόλαψ]ιν τῶν γραμμάτων, κὴ ἀνθέ[μεν τὰς]
[στάλας ὅπου κα δοκεῖ ἐν καλλίσ]τυ εἶμεν, βωλευομένω[ς πεδὰ τῶν]
[πολεμάρχων· τὸ δὲ γενόμενον ἅλ]ωμα ἀπολογίξασθη π[ὸκ κατόπτας].
[εἱρέθεισαν — — —]ων Λουσιφάνε[ος, — — —]
[— — —σ]θενει[— — —]
25 [— — —]ΠΙΕΙ̣Σ[— — —]
Search Help
Contact Us