[ ] Boiotia — Thespiai — ca. 250-240 BC — Roesch, Études (1982) 307-316 — SEG 32.496
1 Φαείνω ἄρχοντος, ἔδοξε τοῖ δάμοι
πρόξενον εἶμεν τᾶς πόλιος Θεισ-
πιείων Σώστρατον Βατράχω Ἀθανῆ-
ον κὴ αὐτὸν κὴ ἐκγόνως, κὴ εἶμεν αὐ-
5 [τ]οῖς γᾶς κὴ ϝοικίας ἔππασιν κὴ ϝι-
[σο]τέλιαν κὴ ἀσφάλιαν κὴ ἀσουλί-
[αν] κὴ πολέμω κὴ ἰράνας ἰώσας κὴ κα-
τὰ γᾶν κὴ κατὰ θάλατταν κὴ τἆλλα
πάντα καθάπερ κὴ τοῖς ἄλλοις προ-
10 ξένοις. ἐπειδεὶ νόμος ἐστὶ ἐν τοῖ κοι-
νοῖ Βοιωτῶν τὰς πόλις παρεχέμεν
διδασκάλως οἵτινες διδάξονθι
τώς τε παῖδας κὴ τὼς νιανίσκως
τοξευέμεν κὴ ἀκοντιδδέμεν
15 κὴ τάδδεσθη συντάξις τὰς περὶ
τὸν πόλεμον, κὴ Σώστρατος φιλο-
τίμως ἐπιμεμέλειτη τῶν τε παίδων
κὴ τῶν νεανίσκων, ὑπαρχέμεν Σωσ-
τράτοι τὸ ϝέργον πὰρ τᾶς πόλιος ἅως
20 κα βείλειτη, ἐπιμελομένοι τῶν τε παί-
δων κὴ τῶν νεανίσκων κὴ διδάσκον-
τι καθὰ ὁ νόμος κέλετη· μισθὸν δ’ εἶ-
μεν αὐτοῖ τῶ ἐνιαυτῶ πέτταρας
μνᾶς.
Search Help