[ ]
Boiotia — Thespiai — ca. 250-240 BC — Roesch, Études (1982) 307-316 — SEG 32.496
1 | Φαείνω ἄρχοντος, ἔδοξε τοῖ δάμοι |
πρόξενον εἶμεν τᾶς πόλιος Θεισ- | |
πιείων Σώστρατον Βατράχω Ἀθανῆ- | |
ον κὴ αὐτὸν κὴ ἐκγόνως, κὴ εἶμεν αὐ- | |
5 | [τ]οῖς γᾶς κὴ ϝοικίας ἔππασιν κὴ ϝι- |
[σο]τέλιαν κὴ ἀσφάλιαν κὴ ἀσουλί- | |
[αν] κὴ πολέμω κὴ ἰράνας ἰώσας κὴ κα- | |
τὰ γᾶν κὴ κατὰ θάλατταν κὴ τἆλλα | |
πάντα καθάπερ κὴ τοῖς ἄλλοις προ- | |
10 | ξένοις. ἐπειδεὶ νόμος ἐστὶ ἐν τοῖ κοι- |
νοῖ Βοιωτῶν τὰς πόλις παρεχέμεν | |
διδασκάλως οἵτινες διδάξονθι | |
τώς τε παῖδας κὴ τὼς νιανίσκως | |
τοξευέμεν κὴ ἀκοντιδδέμεν | |
15 | κὴ τάδδεσθη συντάξις τὰς περὶ |
τὸν πόλεμον, κὴ Σώστρατος φιλο- | |
τίμως ἐπιμεμέλειτη τῶν τε παίδων | |
κὴ τῶν νεανίσκων, ὑπαρχέμεν Σωσ- | |
τράτοι τὸ ϝέργον πὰρ τᾶς πόλιος ἅως | |
20 | κα βείλειτη, ἐπιμελομένοι τῶν τε παί- |
δων κὴ τῶν νεανίσκων κὴ διδάσκον- | |
τι καθὰ ὁ νόμος κέλετη· μισθὸν δ’ εἶ- | |
μεν αὐτοῖ τῶ ἐνιαυτῶ πέτταρας | |
μνᾶς. |