[ ] Boiotia — Thespiai — 215-213 BC — ArchEph (1936) Chr., 40, 214B
1            Λουσίαο ἄρχοντος,
              μεινὸς Πανάμω,
Ἐπιμάχανος Μνασιστράτω ἔλε-
ξε· δεδόχθη τῦ δάμυ πρόξενον
5 εἶμεν κὴ εὐεργέταν τᾶς πό-
λιος Θεισπιείων Μενεκράτειν
Μάτρωνος Χαλκιδεῖα κὴ αὐτὸν
κὴ ἐκγόνως κὴ εἶμεν αὐτῦ γᾶς
κὴ ϝυκίας ἔππασιν κὴ ἀσφά[λι]-
10 αν κὴ ἀσουλίαν κὴ κατὰ γᾶν
κὴ κατὰ θάλατταν κὴ πολέμω
κὴ ἰράνας ἐώσας κὴ τὰ λυπὰ πάν-
τα καθάπερ κὴ τῦς ‵ἄλλυς′ προξένυς
κὴ εὐεργέτης.
Search Help