[ ] Media — Avroman — 88/7 BC — JHS 35 (1915) 22-65
1 βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφα-
νοῦς καὶ Φιλέλληνος, καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας
αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένη[ς]
Αὐτομὰ τῆς ἐγ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτ[οῦ]
5 καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσʹ
μηνὸς Ἀπελλαίου, ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβαρ-
τοις ἐν κώμῃ Κωπάνει, ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων, ἐξω-
μολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαι-
φόρρου υἱοί, εἰληφέναι παρα Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισή-
10 μου δραχμὰς τριάκοντα, τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ
Κωπάνει τὴν ἐπονομαζομένην Δαδβακανράς, τὸ ἴδιον μέ-
ρος, τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος
καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ
καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν· ἔστω τὸ ἓν μέρος Βαράκει κ[αὶ]
15 τὸ ἓν μέρος Γαθάκει, ἐφ’ ᾧ παραλαβῶν ὁ δηλούμενος Γαθάκης
ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ
τὰ ἔγγονα αὐτοῦ, τελῶντες κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν
τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους, καὶ μὴ ἐξέστω τῷ Βαρά-
κει, μηδὲ τῷ ἀδελφῷ αὐτοῦ, μηδὲ τοῖς ἐγγόνοις αὐτῶν, μηδὲ ἄλ-
20 λῳ μηθενὶ ὑπὲρ αὐτῶν, ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνή-
του ἀμπέλου, μήτε αὐτόν, μηδὲ τὰ [ἔγ]γο[ν]α α[ὐτοῦ]· ὃς ἂν δὲ ἐγβάλῃ,
ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξ[ξ]ῃ, καὶ μὴ καθα-
ρὰ ποιήσῃ, [ἔ]σται ἄκυρος καὶ προσαποτείσ[ει ἣ]ν ἔλαβεν τει-
μὴν διπλ[ῆν] καὶ ἄλλας ἐπιτείμου δραχμὰς [σ’ κα]ὶ τῷ βασιλεῖ τὰς
25 ἴσας· ἐὰν [δὲ κ]αὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν [ἄμπε]λον καὶ μὴ ποι-
ήσῃ αὐτὴ[ν] ἔπαφον, ἀποτειννυέτω τὸ α[ὐτὸ ἐπί]τειμον· κα[ὶ]
τὸ ὕδωρ παρα ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ [τῆς ἐ]παγωγῆς
νυκτὸς τὸ ἥμισυ· μάρτυρες, Χοσστρόης Ὀρκαδάτου, [Ἀ]πάκης
Ὑστροβώγου, Μει[ριδ]άτης Ὀχοβάγου. καὶ κρεῶν λ(ίτραι) εʹ, ἕλος αʹ, ἄρτων κ(οτύλαι) νʹ,
30 βοῦς ηʹ, οἴνου κο(τύλαι) [βʹ καὶ] ἐνβάθρου δρ(αχμὴ) αʹ.
Search Help
Contact Us