[ ]
Media — Avroman — 88/7 BC — JHS 35 (1915) 22-65
1 | βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφα- |
νοῦς καὶ Φιλέλληνος, καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας | |
αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένη[ς] | |
Αὐτομὰ τῆς ἐγ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτ[οῦ] | |
5 | καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσʹ |
μηνὸς Ἀπελλαίου, ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβαρ- | |
τοις ἐν κώμῃ Κωπάνει, ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων, ἐξω- | |
μολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαι- | |
φόρρου υἱοί, εἰληφέναι παρα Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισή- | |
10 | μου δραχμὰς τριάκοντα, τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ |
Κωπάνει τὴν ἐπονομαζομένην Δαδβακανράς, τὸ ἴδιον μέ- | |
ρος, τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος | |
καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ | |
καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν· ἔστω τὸ ἓν μέρος Βαράκει κ[αὶ] | |
15 | τὸ ἓν μέρος Γαθάκει, ἐφ’ ᾧ παραλαβῶν ὁ δηλούμενος Γαθάκης |
ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ | |
τὰ ἔγγονα αὐτοῦ, τελῶντες κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν | |
τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους, καὶ μὴ ἐξέστω τῷ Βαρά- | |
κει, μηδὲ τῷ ἀδελφῷ αὐτοῦ, μηδὲ τοῖς ἐγγόνοις αὐτῶν, μηδὲ ἄλ- | |
20 | λῳ μηθενὶ ὑπὲρ αὐτῶν, ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνή- |
του ἀμπέλου, μήτε αὐτόν, μηδὲ τὰ [ἔγ]γο[ν]α α[ὐτοῦ]· ὃς ἂν δὲ ἐγβάλῃ, | |
ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξά[ξ]ῃ, καὶ μὴ καθα- | |
ρὰ ποιήσῃ, [ἔ]σται ἄκυρος καὶ προσαποτείσ[ει ἣ]ν ἔλαβεν τει- | |
μὴν διπλ[ῆν] καὶ ἄλλας ἐπιτείμου δραχμὰς [σ’ κα]ὶ τῷ βασιλεῖ τὰς | |
25 | ἴσας· ἐὰν [δὲ κ]αὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν [ἄμπε]λον καὶ μὴ ποι- |
ήσῃ αὐτὴ[ν] ἔπαφον, ἀποτειννυέτω τὸ α[ὐτὸ ἐπί]τειμον· κα[ὶ] | |
τὸ ὕδωρ παρα ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ [τῆς ἐ]παγωγῆς | |
νυκτὸς τὸ ἥμισυ· μάρτυρες, Χοσστρόης Ὀρκαδάτου, [Ἀ]πάκης | |
Ὑστροβώγου, Μει[ριδ]άτης Ὀχοβάγου. καὶ κρεῶν λ(ίτραι) εʹ, ἕλος αʹ, ἄρτων κ(οτύλαι) νʹ, | |
30 | βοῦς ηʹ, οἴνου κο(τύλαι) [βʹ καὶ] ἐνβάθρου δρ(αχμὴ) αʹ. |