[ ]
Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Merk.-Staub., Jenseits Euphrat 302 ll. 12-38 — OGIS 224,II
1 | βασιλεὺς Ἀντίοχος Ἀναξιμβρότωι χαίρειν· |
βουλόμενοι τῆς ἀδελφῆς βασιλίσσης Λαοδίκης | |
[τὰ]ς τιμὰς ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ- | |
[καιό]τατον ἑαυτοῖς νομίζοντες εἶναι διὰ τὸ | |
5 | [μὴ] μόνον ἡμῖν φιλοστόργως καὶ κηδεμονι- |
[κῶς] αὐτὴν συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖ- | |
[ον ε]ὐσεβῶς δια[κ]εῖσθαι, καὶ τὰ ἄλλα μὲν | |
[ὅσα πρ]έπει καὶ δίκαιόν ἐστιν παρ’ ἡμῶν αὐτῆι | |
[συνα]ντᾶσθαι διατελοῦμεν μετὰ φιλοσ- | |
10 | [τ]ο[ρ]γίας ποιοῦντε[ς, κρ]ίνομεν δὲ καθάπερ |
[ἡμ]ῶν [ἀπο]δείκ[ν]υν[ται] κατὰ τὴν βασιλεί- | |
[αν ἀρχ]ιερεῖς, καὶ ταῦτης καθίστασθαι | |
[ἐν τ]οῖς αὐτοῖς τόποις ἀρχιερείας, αἳ φο- | |
[ρ]ήσουσιν στεφάνους χρυσοῦς ἔχοντας | |
15 | [εἰκόνας αὐ]τῆς, ἐνγραφήσοναι δὲ καὶ ἐν |
[τοῖς] συναλλάγμασι, μετὰ τοὺς τῶν | |
[προγόν]ων καὶ ἡμῶν ἀρχιερεῖς· ἐπεὶ οὖν | |
ἀποδέδεικται ἐν τοῖς ὑπὸ σὲ τόποις | |
[Βερ]ενίκη ἡ Πτολεμαίου τοῦ Λυσιμάχου | |
20 | [․․․] ὄντος ἡμῖν κατὰ συγγένειαν θυγάτηρ, |
συντελεῖσθω πάντ[α] τοῖς προγεγραμμέ- | |
νοις ἀκολούθως, καὶ τὰ ἀντίγραφα τῶν | |
ἐπιστολῶν ἀναγραφέντα εἰς στήλας | |
ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις | |
25 | τόποις, ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν |
φανερὰ γένηται ἡ ἡμετέρα καὶ ἐν τού- | |
[τοῖς] π[ρ]ὸς τὴν ἀδελφὴν π[ρ]οαίρεσις. |