[ ]
Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Merk.-Staub., Jenseits Euphrat 302 ll. 1-11 — OGIS 224,I; Welles 37
1 | [Ἀναξίμ]βροτος Διονυτᾶι χαίρειν· τοῦ γρα- |
[φέντ]ος παρὰ τοῦ βασιλέως προστάγματος | |
[περ]ὶ τοῦ ἀποδεδεῖχθαι τῆς βασιλίσσης | |
[ἀ]ρχιέρειαν τῶν ἐν τῆι σατραπείαι Βερενίκην | |
5 | τὴν Πτολεμαίου τοῦ Λυσιμάχου θυγατέρα |
κατακεχώρισται τὸ ἀντίγραφον· ἐπακολουθῶν | |
οὖν τοῖς ἐπεσταλμένοις συντέλει καθ’ ἃ | |
οἴεται δεῖν ἵνα δὲ καὶ τὰ ἀντίγραφα ἀναγρα- | |
φέντα εἰς στήλην λιθίνην ἀνατεθῆι ἐν τῶι | |
10 | ἐπιφανεστάτωι τόπωι προνοήθητι. |
ἔρρωσο· [θ]ιρʹ, Ἀρτεμισίου ιθʹ. |