[ ] Abys. [Axum] — Adoulis (Zula) — after 241 BC — Kosmas Indopleustes 2.55ff.; CIG 5127 — OGIS 54
1 βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Ἀρσινόης θεῶν ἀδελφῶν, τῶν βασιλέω<ς>
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν Σωτήρων,
ἀπόγονος τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέους τοῦ Διὸς, τὰ δὲ ἀπὸ μη-
5 τρὸς Διονύσου τοῦ Διός, παραλαβὼν παρὰ τοῦ πατρὸς
τὴν βασιλείαν Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας
καὶ Φοινίκης καὶ Κύπρου καὶ Λυκίας καὶ Καρίας καὶ τῶν
Κυκλάδων νήσων, ἐξεστράτευσεν εἰς τὴν Ἀσίαν μετὰ
δυνάμεων πεζικῶν καὶ ἱππικῶν καὶ ναυτικοῦ στόλου
10 καὶ ἐλεφάντων Τρωγλοδυτικῶν καὶ Αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ
αὐτοῦ καὶ αὐτὸς πρῶτο<ι> ἐκ τῶν χωρῶν τούτων ἐθήρευσαν
καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν <πρὸς τὴν>
πολεμικὴν χρείαν. κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου
χώρας πάσης καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλ-
15 λησπόντου καὶ Θράικης καὶ τῶν δυνάμεων τῶν ἐν ταῖς χώραις
ταύταις πασῶν καὶ ἐλεφάντων Ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν
τοῖς τόποις πάντας ὑπηκόους καταστήσας, διέβη τὸν Εὐφράτην
ποταμὸν καὶ τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσι-
ανὴν καὶ Περσίδα καὶ Μηδίαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως
20 Βακτριανῆς ὑφ’ ἑαυτοῦ ποιησάμενος καὶ ἀναζητήσας ὅσα
ὑπὸ τῶν Περσῶν ἱερὰ ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακο-
μίσας μετὰ τῆς ἄλλης γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴ-
γυπτον δυνάμεις ἀπέστειλεν διὰ τῶν ὀρυχθέντων πο-
ταμῶν . . .
Search Help
Contact Us