[ ] Persian Gulf, Kuwait — Ikaros Isl. (Failaka) — Seleucid — KUML 1960, 194-197 — Merk.-Staub., Jenseits Euphrat 604
1 Ἰκαδίων Ἀναξάρχωι χαίρειν· σπεύδει
ὁ βασιλεὺς περὶ Ἰκάρου τῆς νήσου,
διὰ τὸ [κ]αὶ τοὺς προγόνους αὐτοῦ ἀ[γ]ρο[ὺ]ς
ἱερῶσαι καὶ τὸ τῆ Σω[τ]είρας ἱερὸν ἐ[π]ιβαλέ[σ]-
5 θαι μεταγαγεῖν κ[α]ὶ ἔγραψαν τοῖς ἐπὶ τῶν
πραγμάτων τα[σσ]ομένοις μεταγαγεῖν.
ἐκεῖνοι δέ, εἴτ[ε δὴ δ]ιὰ τὸ μὴ ἐκποιῆσαι
αὐτοῖς, εἴτ[ε διά τ]ιν’ ἄ[λλην] γοῦν αἰτίαν,
[ο]ὐ μετήγαγο[ν. ἡ]μῖν δὲ γράψ[α]ντος τοῦ
10 βασιλέως σ[πουδῆι] μετ[η]γάγομεν, καὶ
κατεστήσαμ[εν ἀργύριον εἰ]ς ἀγῶνα γυ-
μνικόν καὶ μ[ουσικόν, βο]υλόμενοι ἐξαγα-
[γ]ε[ῖ]ν κατὰ τ[ὴν τοῦ] β[ασ]ιλέως αἵρεσιν καὶ
τῶν προ[γόνων] αὐτοῦ. [κ]αὶ περὶ τῶν ἐν τῆι
15 νήσωι κατ[οι]κ[ούντω]ν νεωκόρων τε καὶ τῶν
ἄλλων ΟΥΔ[․․․]ΟΧ[․․]ΙΙ ἐπὶ [․․․]ΟΥ Σωτῆρος,
Ιαὶ τοὺ[ς ․․․․․]ΙΙΙ [․]ΣΟΥΣ[․]ς τῆς νήσου συν-
οικισθῆνα[․]ΣΙ[․․․․]Λ[․․․․]Ιος τούτου μὴ προσ-
πορεύεσθαι [․]Ι[․]ΙΙ[․․]Λ[․]ΛΙΙ[․․]Ν τρόπωι μηδενὶ
20 ἀλλ’ ἐᾶν [․]ΙΙ[․․]Σ[․․]ΙΙΛΝΩ[․․]ΑΣ ἐπιμελὲς [․]ΙΙ
οὖν σοι γέ[νοιτο ἵνα τ]ῶν τ[ε] δικαίων τ[υ]γχάνωσι
ἄνθρωπο(?) μηδ’ ὑπὸ] μ[ηδ]ενὸ[ς] ἀδικ[ῶ]νται, μηδὲ
μετ[ά]γων[ται. καὶ ἐά]ν τινες τούτων βούλωντα[ι]
ἐξι[διάζεσ]θαι ἐν τῆι [ν]ήσω[ι] χώραν, παράδει-
25 [ξον αὐτοῖς γῆν ἣν] ἐξεργασάμενοι καὶ φυτεύ-
[σαντες ἕξουσι]ν εἰ[ς] τὸ πατρικόν. ὑπαρχέτω
[δὲ αὐτοῖς καὶ ἡ] ἀτέλεια, καθ’ ὅτι οἱ πρόγον-
[οι τοῦ βασιλέ]ως ἐπεχώρησαν αὐτοῖ[ς]
[ὅσωνπερ] ε[ἰς τὴ]ν νῆσον ἐξάγουσι· εἰς δὲ
30 [τόπους τοὺς κατ’ Ἀρ]αβίαν μὴ ἐπίτρεπε μη-
[δενὶ σῖτον ἐξάγειν μηδ’] ἄλλο μηθέν. εἰ
[δὲ ․․․․․․․․․․․․․․τ]ῶν ἐπιβαλλόντων
[․․․․․․․․․․․․․․․ —π]ωλίαι, ἵνα μὴ συμβῆι
[αὐτοῖς εἰς ἀρρωσ]τίας ἐμπίπτειν.
35 [ἀναθεῖναι σύνταξον] οὖν τὴν ἐπιστολὴν
[εἰς στήλην ἀναγρ]άψαντας ἐν τῶι ἱερῶι
[ὡς ἐδόθη ἡ ἀτέλει]α. θρʹ [Ἀρ]τεμισίου ιζʹ. ἔρρωσο.
Search Help
Contact Us