[ ]
Ionia — Miletos: Didyma — 299/8 BC — I.Didyma 480; McC. Did. 8 — SEG 4.442
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Λύκος Ἀπολλοδότ[ου εἶπεν] |
περὶ ὧν προεγράψατο εἰς τὴμ βουλὴν Δημοδάμας Ἀρ[ιστείδου], | |
ὅπως Ἀπάμη ἡ Σελεύκου τοῦ βασιλέως γυνὴ τ[ιμηθῆι]· | |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Ἀπά[μη ἡ βα]- | |
5 | σιλίσσα πρότερόν τε πολλὴν εὔνοιαν καὶ προ[θυμίαν] |
παρείχετο περὶ Μιλησίων τους στρατευομένου[ς σὺν] | |
[τ]ῶι βασιλεῖ Σελεύκωι καὶ νῦν, παραγενομέν[ων τῶμ] | |
[π]ρεσβευτῶν, οὓς μετεπέμψατο Σέλευκος [διαλεξόμενος] | |
[π]ερὶ τῆς οἰκοδομίας τοῦ ναοῦ τοῦ ἐν Διδύμ[οις, οὐ τὴν] | |
10 | τυχοῦσαν σπουδὴν ἐποε[ῖ]το, Ἀντίοχ[ος δε ὁ υἱὸς αὐτῆς] |
συμφιλοτιμῶν τῆι τοῦ πατρὸς Σ[ε]λεύ[κου περὶ τὸ ἱε]- | |
ρὸν [π]ροαιρέ[σ]ει οἰκοδομήσειν ἐπηγγ[είλατο στοὰν στα]- | |
διαίαν τῶι θεῶι, ἵνα προσό[δων ἀπ’ αὐτῆς γινομένων ἐπι]- | |
κοσμῆται τὸ ιερόν· δεδ[όχθαι Μιλησίοις, ὅπως εἰδῶσιν] | |
15 | πάντες, ὅτι ὁ δῆμ[ος ὁ Μιλησίων τὴν προσήκουσαν ἐπιμέ]- |
λειαν ἔχ[ων διατελεῖ περὶ τοὺς εὐεργετοῦντας τὸν δῆμον] | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — τοὺς δὲ ἀνατάκτας τοὺς ἐπὶ στεφα]- | |
20 | [ν]ηφόροὺ τοῦ Ἀπόλλω[νος τοῦ μετ’ Ἀθήναιον ἐξελεῖν εἰς τὴν εἰ]- |
κόνα ἐξ ἁπάσης τῆς προσόδοὺ τῆ[ς — — — το ἀργύριον. ἀνα]- | |
γράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθί[νην καὶ θεῖναι] | |
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς ἐν Διδύμοις· τὴν δε στήλη[ν] | |
καὶ τὴν ἀναγραφὴν ἀπομισθῶσαι τοὺς τειχοποιοὺς μη[δε]- | |
25 | μίαμ ὑπερβολὴμ ποιουμένους· τοὺς δὲ ταμίας ὑπηρε[τῆσαι] |
ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἐξηιρημένων. ἀναγράψ[αι] | |
δὲ τόδε τὸ ψήφισμα καὶ εἰς λεύκωμα. ἐπιστάται τῆς [εἰκόνος] | |
Δημοδάμας Ἀριστείδου, Λύκος Ἀπολλοδότου, Ἀριστ[οφῶν] | |
Μιννίωνος. |