[ ]
Ionia — Miletos: Didyma — 300/299 BC — I.Didyma 479; McC. Did. 7 — OGIS 213; SEG 4.470
1 | ἔδοξε τῶι δήμωι, γνώμη συνέδρων· Δημοδάμας |
Ἀριστείδου εἶπεν· ἐπειδὴ Ἀντίοχος ὁ πρεσβύτατο[ς] | |
τοῦ βασιλέως Σελεύκου <υἱὸς> πρότερόν τε πολ[λὴν] | |
[ε]ὔνοιαν καὶ προθυμίαν παρεχόμενος δι[ετέλει] | |
5 | [πε]ρὶ τὸν δῆμον τὸν Μ[ι]λησίων καὶ νῦν ὁρ[ῶν τὸν] |
[π]ατέρα τὸν αὑτο[ῦ τ]ὴν πᾶσαν σπουδὴ[ν ποιούμε]- | |
[νο]ν περὶ τὸ ἱερὸν [τὸ ἐ]ν Διδύμοις, καλῶς ἔχε<ι>ν Ι[․] | |
[ὑπ]ολανβάν[ων ἐπ]ακολουθεῖν τῆι τοῦ πατ[ρὸς προ]- | |
[αιρ]έσε[ι ἐ]π[αγγ]έλ[λε]ται στοὰν οἰκοδο[μήσειν στα]- | |
10 | [διαίαν τῶι θε]ῶι κατὰ πόλιν, ἀφ’ ἧς ἔσονται κα[θ’ ἔτος] |
[πρόσοδοι ἃς] οἴεται δεῖν δαπανᾶσθαι εἰς τὰ κατα- | |
[σκευαζόμε]να ἐν τῷ ἱερῷ τῷ ἐν Διδύμοις, τὰ δε ἀ- | |
[πὸ τούτων] συντελούμενα γίνεσθαι αὐτοῦ ἀν[α]- | |
[θήματα· δε]δόχθαι Μιλησίοις, ἐπαινέσαι μὲν | |
15 | [Ἀντίοχον τῆ]ς περὶ τὸν θεὸν εὐσεβείας καὶ τῆς |
[πρὸς τοὺς Ἕλλην]ας εὐνοίας, δεδόσθαι δὲ αὐτῷ | |
[εἰς τὴν στοὰν] τὸν τόπον ὃν ἂν ὁ ἀρχίτεκτων [ὁ] | |
[ᾑρη]μέ[νο]ς μετὰ τῶν ἀνδρῶν οἷς προστέ[τα]- | |
[χεν] Ἀντίο[χο]ς ἀποδείξηι. τοὺς δὲ ταμία[ς πω]- | |
20 | [λεῖν, κ]αὶ τοὺς [ἀεὶ] καθισταμένους πρυτάνης |
[παρα]δέ<χ>εσθαι [τὴν] γινομένην [ἀπ’] αὐτῆς πρόσ- | |
[οδον], κατατάσ[σειν δὲ] αὐτὴν καθ’ αὑτὴν καὶ μίσ[θ]- | |
[ωσιν] ποιεῖσθα[ι καθ]οτι ἂν τῶν δήμωι δοκῆ[ι]· | |
[ἐπε]ίτ’ ἂν δὲ συν[τελε]σθῆι τὸ δεδογμένο[ν], | |
25 | [ἐ]πιγραφέτωσαν [Ἀν]τίοχον τὸν Σελεύκ[ου] |
τοῦ βασιλέως υἱὸν [πρ]εσβύτατον ἀ[νατεθει]- | |
κότα· ὅπως δὲ καὶ ἕτερ[οι] προαιρῶντ[αι σπουδά]- | |
ζειν περὶ τὸ ἱερὸν τὸ ἐν Δι[δύμ]οις κ[αὶ τὸ πλῆθος] | |
τὸ Μιλησίων ὁρῶντες τοὺ[ς τοῦ ἱερ]οῦ [εὐεργέ]- | |
30 | τας τιμωμένους ὑπὸ τοῦ δ[ήμου, δεδοχθαι] |
Μιλησίοις στῆσαι Ἀντιόχου ε[ἰκονα χαλκῆν] | |
ἐφ’ ἵππου ἐν τῶι τόπωι, ὧι ἂν τῆι [βουλῆι κατανέ]- | |
μειν δόξηι· τὸ δὲ ἀργύριον τὸ εἰς [τὴν εἰκόνα] | |
ἐξελεῖν τοὺς ἀνατάκτας το[ὺς ἐπὶ τοῦ μετὰ Ἀθήναιον] | |
35 | στεφανηφόρου, ἐπειτὰν καὶ τὰ [ἄλλα ἀναλώματα μερί]- |
σωσιν· εἰσκαλεῖαθαι δὲ αὐτὸν [εἰς προεδρίαν ἐν Μιλήτωι] | |
τοῖς Διονυσίοις καὶ ἐν Διδύμο[ις τοῖς Διδυμείοις ἐν] | |
τοῖς κυκλίοις ἀγῶσιν· δεδόσθ[αι δὲ αὐτῶι καὶ σίτησιν] | |
ἐν πρυτανείωι καὶ ἀτέλεια[ν πάντων καὶ ἀσφάλειαν] | |
40 | καὶ ἐν εἰρήνηι καὶ πολέμωι ἀ[συλεὶ καὶ ἀσπονδεὶ, ὑπά]- |
ρχειν δὲ αὐτῶι καὶ προμα[ντείαν ἐν τῶι ιερῶι τῶι ἐν] | |
Διδύμοις· εἶναι δὲ ταῦτα [καὶ τοῖς ἐγγόνοις τοῖς Ἀντι]- | |
όχου· ὅπως δὲ ἡ εἰκὼν συν[τελεσθῆι κατὰ τάχος, ἑλέσ]- | |
θαι τὸν δῆμον τρεῖς ἄ[νδρας αὐτίκα μάλα, τούτους δὲ ἐπι]- | |
45 | μεληθῆναι τῆς ἐργ[ασίας — — —] |
[— — —] |