[ ] Ionia — Miletos: Didyma — 300/299 BC — I.Didyma 479; McC. Did. 7 — OGIS 213; SEG 4.470
1 ἔδοξε τῶι δήμωι, γνώμη συνέδρων· Δημοδάμας
Ἀριστείδου εἶπεν· ἐπειδὴ Ἀντίοχος ὁ πρεσβύτατο[ς]
τοῦ βασιλέως Σελεύκου <υἱὸς> πρότερόν τε πολ[λὴν]
[ε]ὔνοιαν καὶ προθυμίαν παρεχόμενος δι[ετέλει]
5 [πε]ρὶ τὸν δῆμον τὸν Μ[ι]λησίων καὶ νῦν ὁρ[ῶν τὸν]
[π]ατέρα τὸν αὑτο[ῦ τ]ὴν πᾶσαν σπουδὴ[ν ποιούμε]-
[νο]ν περὶ τὸ ἱερὸν [τὸ ἐ]ν Διδύμοις, καλῶς ἔχε<ι>ν Ι[․]
[ὑπ]ολανβάν[ων ἐπ]ακολουθεῖν τῆι τοῦ πατ[ρὸς προ]-
[αιρ]έσε[ι ἐ]π[αγγ]έλ[λε]ται στοὰν οἰκοδο[μήσειν στα]-
10 ιαίαν τῶι θε]ῶι κατὰ πόλιν, ἀφ’ ἧς ἔσονται κα[θ’ ἔτος]
[πρόσοδοι ἃς] οἴεται δεῖν δαπανᾶσθαι εἰς τὰ κατα-
[σκευαζόμε]να ἐν τῷ ἱερῷ τῷ ἐν Διδύμοις, τὰ δε ἀ-
[πὸ τούτων] συντελούμενα γίνεσθαι αὐτοῦ ἀν[α]-
[θήματα· δε]δόχθαι Μιλησίοις, ἐπαινέσαι μὲν
15 [Ἀντίοχον τῆ]ς περὶ τὸν θεὸν εὐσεβείας καὶ τῆς
[πρὸς τοὺς Ἕλλην]ας εὐνοίας, δεδόσθαι δὲ αὐτῷ
[εἰς τὴν στοὰν] τὸν τόπον ὃν ἂν ὁ ἀρχίτεκτων [ὁ]
[ᾑρη]μέ[νο]ς μετὰ τῶν ἀνδρῶν οἷς προστέ[τα]-
[χεν] Ἀντίο[χο]ς ἀποδείξηι. τοὺς δὲ ταμία[ς πω]-
20 [λεῖν, κ]αὶ τοὺς [ἀεὶ] καθισταμένους πρυτάνης
[παρα]δέ<χ>εσθαι [τὴν] γινομένην [ἀπ’] αὐτῆς πρόσ-
[οδον], κατατάσ[σειν δὲ] αὐτὴν καθ’ αὑτὴν καὶ μίσ[θ]-
[ωσιν] ποιεῖσθα[ι καθ]οτι ἂν τῶν δήμωι δοκῆ[ι]·
[ἐπε]ίτ’ ἂν δὲ συν[τελε]σθῆι τὸ δεδογμένο[ν],
25 [ἐ]πιγραφέτωσαν [Ἀν]τίοχον τὸν Σελεύκ[ου]
τοῦ βασιλέως υἱὸν [πρ]εσβύτατον ἀ[νατεθει]-
κότα· ὅπως δὲ καὶ ἕτερ[οι] προαιρῶντ[αι σπουδά]-
ζειν περὶ τὸ ἱερὸν τὸ ἐν Δι[δύμ]οις κ[αὶ τὸ πλῆθος]
τὸ Μιλησίων ὁρῶντες τοὺ[ς τοῦ ἱερ]οῦ [εὐεργέ]-
30 τας τιμωμένους ὑπὸ τοῦ δ[ήμου, δεδοχθαι]
Μιλησίοις στῆσαι Ἀντιόχου ε[ἰκονα χαλκῆν]
ἐφ’ ἵππου ἐν τῶι τόπωι, ὧι ἂν τῆι [βουλῆι κατανέ]-
μειν δόξηι· τὸ δὲ ἀργύριον τὸ εἰς [τὴν εἰκόνα]
ἐξελεῖν τοὺς ἀνατάκτας το[ὺς ἐπὶ τοῦ μετὰ Ἀθήναιον]
35 στεφανηφόρου, ἐπειτὰν καὶ τὰ [ἄλλα ἀναλώματα μερί]-
σωσιν· εἰσκαλεῖαθαι δὲ αὐτὸν [εἰς προεδρίαν ἐν Μιλήτωι]
τοῖς Διονυσίοις καὶ ἐν Διδύμο[ις τοῖς Διδυμείοις ἐν]
τοῖς κυκλίοις ἀγῶσιν· δεδόσθ[αι δὲ αὐτῶι καὶ σίτησιν]
ἐν πρυτανείωι καὶ ἀτέλεια[ν πάντων καὶ ἀσφάλειαν]
40 καὶ ἐν εἰρήνηι καὶ πολέμωι ἀ[συλεὶ καὶ ἀσπονδεὶ, ὑπά]-
ρχειν δὲ αὐτῶι καὶ προμα[ντείαν ἐν τῶι ιερῶι τῶι ἐν]
Διδύμοις· εἶναι δὲ ταῦτα [καὶ τοῖς ἐγγόνοις τοῖς Ἀντι]-
όχου· ὅπως δὲ ἡ εἰκὼν συν[τελεσθῆι κατὰ τάχος, ἑλέσ]-
θαι τὸν δῆμον τρεῖς ἄ[νδρας αὐτίκα μάλα, τούτους δὲ ἐπι]-
45 μεληθῆναι τῆς ἐργ[ασίας — — —]
[— — —]
Search Help
Contact Us