[ ]
Arachosia — Alexandria in Arachosia (Kandahar) — mid-3rd c. BC — CRAI (1964) 126-134 & 134-140 — Merk.-Staub., Jenseits Euphrat 201, Edikt XIII
1 | ὀγδόωι ἔτει βασιλεύοντος Πιοδάσσου |
κατέστρεπται τὴν Καλίγγην. ἦν ἐζωγρημένα καὶ ἐξηγμένα ἐκεῖθεν σωμάτων | |
μυριάδες δεκαπέντε καὶ ἀναιρέθησαν ἄλλαι μυριάδες δέκα καὶ σχεδὸν ἄλλοι τοσού- | |
τοι ἐτελεύτησαν. ἀπ’ ἐκείνου τοῦ χρόνου ἔλεος καὶ οἶκτος αὐτὸν ἔλαβεν· καὶ βαρέως ἤνεγκεν· | |
5 | δι’ οὗ τρόπου ἐκέλευεν ἀπέχεσθαι τῶν ἐμψύχων σπουδήν τε καὶ σύνταξιν πεποίηται |
περὶ εὐσεβείας. καὶ τοῦτο ἔτι δυσχερέστερον ὑπείληφε ὁ βασιλεὺς· καὶ ὅσοι ἐκεῖ ωἴκουν | |
βραμεναι ἢ σραμεναι ἢ καὶ ἄλλοι τινὲς οἱ περὶ τὴν εὐσέβειαν διατρίβοντες, τοὺς ἐκεῖ οἰκοῦ- | |
ντας ἔδει τὰ τοῦ βασιλέως συμφέροντα νοεῖν, καὶ διδάσκαλον καὶ πατέρα καὶ μητέρα | |
ἐπαισχύνεσθαι καὶ θαυμάζειν, φίλους καὶ ἑταίρους ἀγαπᾶν καὶ μὴ διαψεύδεσθαι, | |
10 | δούλοις καὶ μισθωτοῖς ὡς κουφότατα χρᾶσθαι, τούτων ἐκεῖ τῶν τοιαῦτα διαπρασσο- |
μένων εἴ τις τέθνηκεν ἢ ἐξῆκται, καὶ τοῦτο ἐμ παραδρομῆι οἱ λοιποὶ ἡγεῖνται, ὁ δὲ | |
[β]ασιλεὺς σφόδρα ἐπὶ τούτοις ἐδυσχέρανεν καὶ ὅτι ἐν τοῖς λοιποῖς ἔθνεσιν εἰσιν. |