[ ]
Arachosia — Alexandria in Arachosia (Kandahar) — mid-3rd c. BC — CRAI (1964) 126-134 & 134-140 — Merk.-Staub., Jenseits Euphrat 201, Edikt XII
1 | [․ εὐ]σέβεια καὶ ἐγκράτεια κατὰ πάσας τὰς διατριβὰς· ἐγκρατὴς δὲ μάλιστα ἐστιν |
ὅς ἂν γλώσσης ἐγκρατὴς ἦι. καὶ μήτε ἑαυτοὺς ἐπα[ι]νῶσιν, μήτε τῶν πέλας ψέγωσιν | |
περὶ μηδενός· κενὸγ γάρ ἐστιν· καὶ πειρᾶσθαι μᾶλλον τοὺς πέλας ἐπαινεῖν καὶ | |
μὴ ψέγειν κατὰ πάντα τρόπον. ταῦτα δὲ ποιοῦντες ἑαυτοὺς αὔξουσι καὶ τοὺς | |
5 | πέλας ἀνακτῶνται· παραβαίνοντες δὲ ταῦτα, ἀκλεέστεροι τε γίνονται καὶ τοῖς |
πέλας ἀπέχθονται. οἳ δ’ ἂν ἑαυτοὺς ἐπαινῶσιν, τοὺς δὲ πέλας ψέγωσιν φιλοτιμότερον | |
διαπράτονται, βουλόμενοι παρὰ τοὺς λοιποὺς ἐγλάμψαι, πολὺ δὲ μᾶλλον βλάπτου[σι] | |
ἑαυτοὺς. πρέπει δὲ ἀλλήλους θαυμάζειν καὶ τὰ ἀλλήλων διδάγματα παραδέχεσθα[ι]. | |
ταῦτα δὲ ποιοῦντες πολυμαθέστεροι ἔσονται, παραδιδόντες ἀλλήλοις ὅσα | |
10 | ἕκαστος αὐτῶν ἐπίσταται. καὶ τοῖς ταῦτα ἐπ[α]σκοῦσι, ταῦτα μὴ ὀκνεῖν λέγειν, ἵνα δει- |
αμείνωσιν διὰ παντὸς εὐσεβοῦντες. |