[ ] Arachosia — Alexandria in Arachosia (Kandahar): Shar-i Kuna — 259/8 BC — CRAI (1958) 189-191 — Merk.-Staub., Jenseits Euphrat 202 — SEG 20.326, 34.1433, 42.1327, 45.1882, 48.1842; BE 1959.488
1 δέκα ἐτῶν πληρη[θέντ]ων βασι[λ]εὺς
Πιοδάσσης εὐσέβεια[ν ἔδ]ε]ξεν τοῖς ἀν-
θρώποις, καὶ ἀπὸ τούτου εὐσεβεστέρους
τοὺς ἀνθρώπους ἐποίησεν καὶ πάντα
5 εὐθηνεῖ κατὰ πᾶσαν γῆν· καὶ ἀπέχεται
βασιλεὺς τῶν ἐμψύχων καὶ οἱ λοιποὶ δὲ
ἄνθρωποι καὶ ὅσοι θηρευταὶ ἢ ἁλιεῖς
βασιλέως πέπαυνται θηρεύοντες· κα[ὶ]
εἴ τινες ἀκρατεῖς πέπαυνται τῆς ἀκρα-
10 σίας κατὰ δύναμιν, καὶ ἐνήκοοι πατρὶ
καὶ μητρὶ καὶ τῶν πρεσβυτέρων παρὰ
τὰ πρότερον καὶ τοῦ λοιποῦ λῶιον
καὶ ἄμεινον κατὰ πάντα ταῦτα
ποιοῦντες διάξουσιν.
15 {²segue il testo aramaico}²
Search Help
Contact Us