[ ]
Media — Laodicea in Media (Nahavand/Nehavend) — 193 BC — Mus. Helv. 5.1948.218/226 — Merk.-Staub., Jenseits Euphrat 301 — SEG 13.592; BE 1950.217, 1955.254
1 | β[α]σιλεὺς Ἀντίοχο[ς Μ]ενεδήμωι χαῖρειν· |
[βου]λόμενοι τῆς ἀδελφῆς βασιλίσσης | |
Λαοδίκης τὰς τιμὰς ἐπὶ πλεῖον αὔξειν | |
καὶ τοῦτο ἀναγκαιότατον ἑαυτοῖς | |
5 | νομίζοντες εἶν[αι] διὰ τὸ μὴ μόνον ἡμῖν φιλοστόργως |
καὶ κηδεμονικῶς αὐτὴν συμβιοῦν, [ἀλ]λὰ καὶ | |
πρὸς τὸ θεῖον εὐσεβῶς διακεῖσθαι καὶ τὰ ἄλλα μὲν | |
ὅσα πρέπει καὶ δίκαιόν ἐστιν παρ’ ἡμῶν [αὐτ]ῆι | |
συναντᾶσθαι διατελοῦμεν μετὰ φιλοστοργίας | |
10 | ποιοῦντες, κρίνομεν δὲ καθάπερ ἡμῶν |
ἀποδείκνυνται κατὰ τὴν βασιλείαν ἀρχιερεῖς, | |
καὶ ταῦτης κ[αθ]ίστασθαι ἐν τοῖς αὐτοῖς τό[ποι]ς | |
ἀρχιερείας, αἳ φ[ορ]ήσουσιν στεφάνους χρυ[σοῦς] | |
ἔχοντας εἰκόν[α]ς αὐτῆς, ἐνγραφήσονται δὲ [καὶ] | |
15 | ἐν τοῖς συν[αλ]λάγμασ[ι], μετὰ τοὺς τῶν προ[γόνων] |
καὶ ἡμῶν ἀρχι[ερε]ῖς. ἐπεὶ οὖν ἀποδέδει[κται] | |
ἐν τοῖς ὑπὸ σ[ὲ τό]ποις Λαοδίκη{ς}, συ[ντελεῖσθω] | |
πάντα τοῖς προγεγραμμένοις ἀκολο[ύθως], | |
καὶ τὰ ἀντίγραφα τῶν ἐπιστολῶν ἀναγραφέν[τα] | |
20 | εἰς στήλας ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις τό[ποις], |
ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν φανερὰ γ[έν]ηται ἡ ἡμε[τέρα] | |
καὶ ἐν τούτοις πρὸς τὴν ἀδελφὴν [προ]αίρεσις. | |
θιρʹ Ξαν[δικοῦ]. |