[ ]
Media — Laodicea in Media (Nahavand/Nehavend) — 193 BC — Mus. Helv. 5.1948.218/226 — Merk.-Staub., Jenseits Euphrat 301 — SEG 13.592; BE 1950.217, 1955.254
| 1 | β[α]σιλεὺς Ἀντίοχο[ς Μ]ενεδήμωι χαῖρειν· |
| [βου]λόμενοι τῆς ἀδελφῆς βασιλίσσης | |
| Λαοδίκης τὰς τιμὰς ἐπὶ πλεῖον αὔξειν | |
| καὶ τοῦτο ἀναγκαιότατον ἑαυτοῖς | |
| 5 | νομίζοντες εἶν[αι] διὰ τὸ μὴ μόνον ἡμῖν φιλοστόργως |
| καὶ κηδεμονικῶς αὐτὴν συμβιοῦν, [ἀλ]λὰ καὶ | |
| πρὸς τὸ θεῖον εὐσεβῶς διακεῖσθαι καὶ τὰ ἄλλα μὲν | |
| ὅσα πρέπει καὶ δίκαιόν ἐστιν παρ’ ἡμῶν [αὐτ]ῆι | |
| συναντᾶσθαι διατελοῦμεν μετὰ φιλοστοργίας | |
| 10 | ποιοῦντες, κρίνομεν δὲ καθάπερ ἡμῶν |
| ἀποδείκνυνται κατὰ τὴν βασιλείαν ἀρχιερεῖς, | |
| καὶ ταῦτης κ[αθ]ίστασθαι ἐν τοῖς αὐτοῖς τό[ποι]ς | |
| ἀρχιερείας, αἳ φ[ορ]ήσουσιν στεφάνους χρυ[σοῦς] | |
| ἔχοντας εἰκόν[α]ς αὐτῆς, ἐνγραφήσονται δὲ [καὶ] | |
| 15 | ἐν τοῖς συν[αλ]λάγμασ[ι], μετὰ τοὺς τῶν προ[γόνων] |
| καὶ ἡμῶν ἀρχι[ερε]ῖς. ἐπεὶ οὖν ἀποδέδει[κται] | |
| ἐν τοῖς ὑπὸ σ[ὲ τό]ποις Λαοδίκη{ς}, συ[ντελεῖσθω] | |
| πάντα τοῖς προγεγραμμένοις ἀκολο[ύθως], | |
| καὶ τὰ ἀντίγραφα τῶν ἐπιστολῶν ἀναγραφέν[τα] | |
| 20 | εἰς στήλας ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις τό[ποις], |
| ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν φανερὰ γ[έν]ηται ἡ ἡμε[τέρα] | |
| καὶ ἐν τούτοις πρὸς τὴν ἀδελφὴν [προ]αίρεσις. | |
| θιρʹ Ξαν[δικοῦ]. |