[ ]
Media — Kermanshahan, vic. of — 193 BC — CRAI (1967) 289-292 — Merk.-Staub., Jenseits Euphrat 303 — BE (1968) 563
1 | [Μ]ενέδημος Θόαντι χαίρειν· |
τοῦ γραφέντος πρὸς ἡμᾶς προσ- | |
τάγματος παρὰ τοῦ βασι[λέ]ως | |
ὑποτέτακται τὸ ἀντίγ[ρ]αφο[ν]· κατα- | |
5 | κολούθει οὖν τοῖς ἐπεσταλμέν[οις] |
καὶ φρόντισον ὅπως ἀναγραφὲν τὸ | |
πρόσταγμα εἰς στήλην λιθίνην | |
ἀνατεθῆι ἐν τῶι ἐπιφανεστάτωι | |
τῶν ἐν τῆι φυλακῆι ἱερῶν. | |
10 | θιρʹ, Πανήμου γʹ. |