[ ]
Persis — Persepolis (Takht-e Jamshid, NE of Shiraz): Naqsh-i Rustam — 260-262 AD — AJSL 57 (1940) 330-429 — Merk.-Staub., Jenseits Euphrat 803 — SEG 14.819, 20.324, 33.1219, 36.1273, 46.1760, 48.1841, 49.1974; BE 1960.418, 1963.294
1 | ἐγὼ Μασδαασνης θεὸς Σαπώρης, βασιλεὺς βασιλέων Ἀριανῶν κ[α]ὶ Ἀναριανῶ[ν, ἐκ γέ]νους θεῶν, υἱὸς Μ[ασδα]ασνου θεοῦ [Ἀρ]τ[α]ξάρου βασιλέως βασιλέων Ἀριανῶν ἐκ γένους |
θεῶν, ἔγγονος θεοῦ Παπάκ[ου] βασιλέως — τοῦ Ἀριανῶν ἔθνου[ς δεσπότης εἰμ]ί. κα[ὶ κα]τ[έχω] ἔθνη· Περσίδα, Π[αρθίαν], Οὑ[ζη]νήν, Μ[ησαν]ηνήν, Ἀσσυρίαν, Ἀδιαβηνήν, Ἀραβίαν, Ἀδουρβα- | |
δηνήν, Ἀρμενίαν, Ἰβηρίαν, Μαχελονίαν, Ἀλβανίαν, [— — —]γηνή[ν, ἕως — — — ἔ]μπ[ροσ]θ[εν] Καπ ὄρους καὶ πυ[λ]ῶ[ν Ἀλαν]ῶν καὶ ὅλον τὸ Πρεσσουαρ ὄρος, Μ[α]δηνήν, Γουργαν, Μαρου, | |
Ῥην καὶ πάντα τὰ ἀνωτάτω ἔθνη, Κερμανζηνήν, Σεγιστανήν, [Τουρηνήν, Μακαραν, Παρα]δηνήν, Ἰνδίαν καὶ Κουσην[ῶν ἔθ]ν[η] ἕως ἔμπροσθεν Πασκιβουρων καὶ ἕως Κας, Σωδικηνῆς καὶ | |
5 | {καὶ} Τσατσηνῆς ὅρων, καὶ ἐξ ἐκείνου τοῦ μέρους τῆς θα<λ>άσσης Μι[ζουν ἔθ]νος. [καὶ ἐκαλέσαμεν Π]η[ρ]ωσ-σαβουρ [— — — καὶ] ἐκαλέσαμεν Ὠρμισδαρτ[αξ]ιρ. καὶ ταῦτα τὰ τοσαῦτα ἔθνη |
καὶ τοὺς δεσπότας τῶν ἐθνῶν τῶν ἐκ παντὸς μέρους πάντας ἡμεῖν [εἰς φόρους καὶ δουλ]είαν ἐστήσα[μ]εν. κ[α]ὶ ὅ[τ]ε πρώτως ἐπὶ τὴν βασιλίαν τῶν ἐθνῶν ἔστημεν, Γορδιανὸς Καῖσαρ | |
ἀπὸ πάσης τῆς Ῥωμαίων ἀρχῆς Γούθθων τε καὶ Γερμανῶν ἐθνῶν [δύναμιν συνέλεξ]εν [καὶ εἰ]ς [τὴ]ν Ἀ[σσ]υρίαν ἐ[πὶ τὸ] τῶν Ἀριανῶν ἔθνος καὶ ἡμᾶς ἐπῆλθεν· καὶ εἰς τοὺς ὅρους | |
τῆς Ἀσσυρίας ἐν τῇ Μησιχίῃ ἐξ ἐναντίας πόλεμος μέγας γέγονεν καὶ [Γορδιανὸς Καῖσαρ ἐπα]νήρη κ[αὶ ἡμεῖς] τὴν στ[ρ]ατείαν τῶν Ῥωμαίων ἀνηλώσαμεν, καὶ οἱ Ῥωμαῖοι Φίλιππον | |
Καίσαρα ἀνηγόρευσαν καὶ Φίλιππος ὁ Καῖσαρ εἰς παράκλησιν ἦλθεν καὶ τ[ῶ]ν ψ[υ]χῶν α[ὐτ]ῶν ἀντίτειμ[α] π[ε]ντακοσίαν χειλιάδα δηναρίων ἡμεῖν ἔδοτο καὶ εἰς φόρους ἡμεῖν ἔστη· | |
10 | καὶ ἡμεῖς Μισιχην διὰ τοῦτο Πηρωσ-σαβουρ ἐπωνομάσαμεν. καὶ ὁ Καῖσαρ πάλιν ἐψεύσατο καὶ εἰς τὴν Ἀ[ρμενία]ν ἀδικίαν ἐποίησεν· καὶ ἡμεῖς ἐπὶ τὸ ἔθνος τῶν Ῥωμαίων ὡρ- |
μήσαμεν καὶ δύναμιν Ῥωμαίων ἑξήκοντα χειλιάδας ἐν Βαρβαρισσῷ ἀνίλαμεν· καὶ τὸ ἔθνος τῆς Συρ[ί]ας καὶ ὅ[σα ἐπ’ α]ὐτὴν ἔθνη καὶ περίχωροι ἦσαν, πάντα ἐκαύσαμεν καὶ ἠρημώ- | |
σαμεν καὶ ἐκρατήσαμεν καὶ ἐν ἐκείνῃ τῇ μιᾷ ἀγωγῇ ἀπὸ τοῦ ἔθνους Ῥωμαίων καστέλλους τε καὶ πόλει[ς]· Ἀναθαν πόλιν σ[ὺ]ν τῇ περιχώρῳ, Βίρθαν Ἀσπωράκου σὺν τῇ περιχώρῳ, | |
Σοῦραν πόλιν σὺν τῇ περιχώρῳ, Βαρβαλισσὸν πόλιν σ[ὺ]ν τῇ περιχώρῳ, Ἱεράπολιν πόλιν σὺν τῇ περιχώρῳ, [Βέρροι]αν πόλιν σὺν τῇ περιχώρῳ, Χαλκίδα πόλιν σὺν τῇ περιχώρῳ, Ἀπαμίαν πό- | |
λιν σὺν τῇ περιχώρῳ, Ῥεφανέαν πόλιν σὺν τῇ περιχώρῳ, Ζεῦγμα πόλιν σὺν τῇ περιχώρῳ, Οὐριμ[α] πόλιν σὺν τῇ περιχώρῳ, Γίνδαρον πόλιν σὺν τῇ περιχώρῳ, Λαρμέναζα πόλιν | |
15 | σὺν τῇ περιχώρῳ, Σελεύκιαν πόλιν σὺν τῇ περιχώρῳ, Ἀντιόχιαν πόλιν σὺν τῇ περιχώρῳ, [Κ]ύρρο[ν πό]λιν σὺν τῇ περιχώρῳ, ἄλλην Σελεύκιαν πόλιν σὺν τῇ περιχώρῳ, Ἀλεξάνδριαν πό- |
λιν σὺν τῇ περιχώρῳ, Νεικόπολιν πόλιν σὺν τῇ περιχώρῳ, Σίνζαρα πόλιν σὺν τῇ περιχώρ[ῳ, Χα]μ[α]θ πόλιν [σὺ]ν τῇ πε[ρ]ιχώρῳ, Ἀριστίαν πόλιν σὺν τῇ περιχώρῳ, Διχωρ πόλιν σύν τῇ περιχώ- | |
ρῳ, Δολίχην πόλιν σὺν τῇ περιχώρῳ, Δοῦραν πόλιν σὺν τῇ περιχώρῳ, Κορκουσίωνα πόλιν σὺν τῇ περιχώρω, Γερμανείκιαν πόλιν σὺν τῇ περιχώρῳ, Βάτναν πόλιν σὺν τῇ περιχώρῳ, Χαναρ | |
πόλιν σὺν τῇ περιχώρῳ· καὶ τῆς Καππαδ[ο]κ[ία]ς Σάταλα πόλιν σὺν τῇ περιχώρῳ, Δόμαν [πόλι]ν σὺν [τῇ π]εριχώρῳ, Ἀρτανγιλ[λα] πόλιν [σὺν] τῇ περιχώρῳ, Σουισαν πόλιν σὺν τῇ περιχώρῳ, Σουιδ | |
πόλιν σὺν τῇ περιχώρῳ, Φρέατα πόλιν [σὺν τῇ πε]ριχώρῳ· ὁμοῦ πόλεις τριάκοντα ἑπτὰ σὺν ταῖς περιχώροις. τῇ δε τρίτῃ ἀγωγ[ῇ], ὁπότε ἡμεῖς ἐπὶ Κάρρας τε καὶ Ἔδεσσαν ὡρμήσαμεν καὶ Κάρρας καὶ Ἔδεσσα<ν> | |
20 | ἐπολιορκοῦμεν, Οὐαλεριανος Καῖσαρ [ἐφ’ ἡμᾶς ἦ]λθεν· καὶ ἦσαν με[τ’ αὐτο]ῦ ἀπὸ Γερμανῶ[ν ἔθ]ν[ους, ἀ]πὸ Ῥετίας ἔθνους, ἀ[πὸ] Νωρικοῦ ἔθνους, ἀπὸ Δακείας ἔθνους, ἀπὸ Παννονίας ἔθνους, ἀπὸ |
Μυσίας ἔθνο<υ>ς, ἀπὸ Ἁμαστρίας ἔθν[ους], ἀπ[ὸ Ἱσ]πανίας ἔθνους, ἀπ[ὸ Λυσι]τα[νίας ἔ]θνους, ἀπὸ Θρᾳ[κ]ί[ας ἔθνο]υς, ἀπὸ Βιθυνίας ἔθνους, ἀπὸ Ἀσίας ἔθνους, ἀπο Καμπανίας ἔθνους, ἀπὸ Συρίας ἔθνους, | |
ἀπὸ Λυκαονίας ἔθνους, ἀπὸ Γαλατίας [ἔθνο]υς, ἀπὸ Λυκίας ἔθνους, [ἀπὸ Κιλικίας ἔθ]νους, ἀπὸ Καππαδοκίας ἔθνους, ἀπὸ Φρυγίας ἔθνους, ἀπὸ Συρίας ἔθνους, ἀπὸ Φοινείκης ἔθνους, ἀπὸ | |
Ἰουδαίας ἔθνους, ἀπὸ Ἀραβίας ἔθνους, ἀπὸ Μαυριτανίας ἔθνου[ς, ἀπὸ Γερμαν]ία[ς ἔθ]ν[ο]υς, ἀπὸ Λυδίας ἔ[θ]ν[ο]υς, ἀπὸ Ἀσί[α]ς ἔθνους, ἀπὸ Μεσοποταμίας ἔθνους· δύναμις ἑβδομήκοντα | |
χειλιάδων. καὶ ἐκ τοῦ ἐκεῖθεν μέρους Καρρῶν καὶ Ἐδέσσων μετὰ [Ο]ὐ[αλερι]ανο[ῦ Κ]αίσαρο[ς] μέγας πόλεμ[ος] ἡμεῖν γέγονεν καὶ Οὐαλεριανὸν Καίσαρα ἡμεῖς ἐν ἰδίαις χερσὶν ἐκρατήσα- | |
25 | μεν καὶ τοὺς λοιποὺς τόν τε ἔπαρχον καὶ συνκλητικοὺς κα[ὶ ἡ]γεμόν[α]ς, οἵ[τι]νε[ς] ἐκείνης τῆς δυνάμεως ἄρχοντες ἦσαν, πάντας τούτους ἐν χερσὶν ἐκρατήσαμεν καὶ εἰς τὴν |
Περσίδα αὐτοὺς ἐξηγάγομεν. καὶ τὸ ἔθνος τῆς Συρίας καὶ τὸ ἔθνος τῆς Κιλικίας καὶ τὸ ἔθνος τῆς Καππαδοκίας πυρὶ ἐκαύσαμεν καὶ ἠρημώσαμεν καὶ ᾐχμαλωτίσαμεν καὶ ἐκρατή- | |
σαμεν. ἐκείνῃ δὲ τῇ ἀγωγῇ ἐκρατήσαμεν ἀπὸ τοῦ ἔθνους Ῥωμαίων Σαμόσατα πόλιν σὺν τῇ περιχώρῳ, Ἀλεξάνδριαν τὴν κατ’ Ἰσὸν πόλιν σὺν τῇ περιχώρῳ, Κατάβολον πόλιν σὺν τῇ περιχώρῳ, | |
Aἰγέαν πόλιν σὺν τῇ περιχώρῳ, Μομψουεστίαν πόλιν σὺν τῇ περιχώρῳ, Μαλλὸν πόλιν σὺν τῇ περιχώρῳ, [Ἄδ]ανα πόλιν σὺν τῇ περιχώρῳ, Ταρσὸν πόλιν σὺν τῇ περιχώρῳ, Ζεφύριν πόλιν σὺν τῇ | |
περιχώρῳ, Σηβαστὴν πόλιν σὺν τῇ περιχώρῳ, Κώρυκον πόλιν σὺν τῇ περιχώρῳ, Ἀγρίππαν πόλιν σὺν τῇ περιχώρῳ, Καστάβαλα πόλιν σὺν τῇ περιχώρῳ, Νερωνιάδα πόλιν σὺν τῇ περιχώρῳ, | |
30 | Φλαυιάδα πόλιν σὺν τῇ περιχώρῳ, Νεικόπολιν πόλιν {πόλιν} σὺν τῇ περιχώρῳ, Ἐπιφάνιαν πόλιν σὺν τῇ περιχώρῳ, Κελένδεριν πόλιν σὺν τῇ περιχώρῳ, Ἀνεμοῦριν πόλιν σὺν τῇ περιχώρῳ, |
Σελινοῦν πόλιν σὺν τῇ περιχώρῳ, Μυῶν πόλιν σὺν τῇ περιχώρῳ, Ἀντιόχιαν πόλιν σὺν τῇ περιχώρῳ, Σελεύκιαν πόλιν σὺν τῇ περιχώρῳ, Δομετίου πόλιν σὺν τῇ | |
{τῇ} περιχώρῳ, Τύανα πόλιν σὺν τῇ περιχώρῳ, Μηιακαριρη πόλιν σὺν τῇ περιχώρῳ, Κόμανα πόλιν σὺν τῇ περιχώρῳ, Κύβιστρα πόλιν σὺν τῇ περιχώρῳ, Σηβάστιαν πόλιν σὺν τῇ | |
περιχώρῳ, Βίρθαν πόλιν σὺν τῇ περιχώρῳ, Ῥακουνδιαν πόλιν σὺν τῇ περιχώρῳ, Λάρανδα πόλιν σὺν τῇ περιχώρῳ, Ἰκόνιν πόλιν σὺν τῇ περιχώρῳ· πάσας ταῦτας τὰς πόλεις | |
σὺν ταῖς περιχώροις αὐτῶν λϛʹ. καὶ ἀνθρώπους τοὺς ἀπὸ τοῦ ἔθνους Ῥωμαίων ἀπὸ τῶν Ἀναριανων ἐν ἁρπαγῇ ἠγάγαμεν καὶ ἐν τῷ ἡμετέρῳ ἔθνει τῷ Ἀριανῶν ἐν Περσίδει καὶ | |
35 | ἐν Παρθίᾳ καὶ ἐν Οὐζηνῇ καὶ ἐν τῇ Ἀσσυρίᾳ καὶ ἐν τοῖς ἑτέροις ἔθνεσιν κατ’ ἐπαρχιῶν, ὅπου ἡμῶν τε καὶ τοῦ πατρὸς ἡμῶν καὶ πάππων καὶ προγόνων ἡμῶν κτίσματα ἦν, ἐκεὶ αὐτοὺς |
ἀπεκαθίσαμεν. καὶ ἡμεῖς ἕτερα πολλὰ ἔθνη ἐζητήσαμεν καὶ πολὺ ὄνομα καὶ ἀνδρειότητα ἐπεποιήσαμεν, ἃ ἐνθάδε οὐκ ἐνεγράψαμεν πλὴν τὰ τοσαῦτα. διὰ τοῦτο ἐκελεύσαμεν γρα- | |
φῆναι, ἵνα, ὅστις μεθ’ ἡμᾶς ἔσται, τοῦτο τὸ ὄνομα καὶ τὴν ἀνδρείαν καὶ τὴν δεσποτείαν τὴν ἡμετέραν ἐπιγνώσεται. κατ’ ἐκεῖνο οὖν, ὅτι οἱ θεοὶ ἡμᾶς οὕτως δαστικερτας ἔκτισαν καὶ εἰς τὴν βοήθιαν | |
τῶν θεῶν ταῦτα τὰ τοσαῦτα ἔθνη ἐζητήσαμεν καὶ κατέχομεν, διὰ τοῦτο καὶ ἡμεῖς δὲ κατὰ ἔθνος καὶ ἔθνος πολλὰ πυρεῖα Γουαραθραν ἱδρύσαμεν καὶ πολλοῖς ἀνθρώποις μάγοις τὰ ἀγαθὰ ἐποιήσα- | |
μεν. καὶ εἰς τοῦτο τὸ νιβυστ καθιδρύσαμεν πυρεῖον ἓν, Χοστρω-σαβουρ καλούμενον εἰς ἡμετέραν μνείαν καὶ ὀνόματος συντήρησιν, πυρεῖον ἓν Χοστρω-αδουραναιδ καλούμενον | |
40 | εἰς τὴν Ἀδουρ-αναιδ τῆς βασιλίσσης τῶν βασιλίσσων τῆς θυγατρὸς ἡμῶν μνείαν καὶ ὀνόματος συντήρησιν, καὶ πυρεῖον ἓν Χοστρω-ορμισδαρταξειρ καλούμενον εἰς τὴν Ὡρμισδαρταξιρ |
τοῦ μεγάλου βασιλέως Ἀρμενίας υἱοῦ ἡμῶν μνείαν καὶ ὀνόματος συντήρησιν, ἕτερον πυρεῖον ἓν Χοστρω-σαβουρ καλούμενον εἰς τὴν Σαβουρ τοῦ Μησανηνῶν βασιλέως υἱοῦ ἡμῶν | |
μνείαν καὶ ὀνόματος συντήρησιν καὶ πυρεῖον ἓν Χοστρω-ναρση καλούμενον εἰς τὴν ἀρίαν Μασδαασνου Ναρσαίου βασιλέως Ἰνδίας Σεγιστηνῆς Τουρηνῆς ἕως χείλους | |
θαλάσσης υἱοῦ ἡμῶν εἰς τὴν μνείαν καὶ ὀνόματος συντήρησ[ι]ν. καὶ ἐκεῖνο, ὃ τούτοις τοῖς πυρίοις παρεσχόμεθα καὶ ἔθος κατεστήσαμεν, ὁμῶς πάντα | |
εἰς ἔνγραφον τοῦ ἀσφαλίσματος τῆς τειμῆς ἐγράψαμεν καὶ ἀπ’ ἐκείνων τ[ῶ]ν χειλίων προβάτων τῶν ἀπὸ ταρκάπησιν ἐθίμων ἡμεῖν ὄντων ἡμεῖς τούτοις | |
45 | τοῖς πυρείοις ἐδώκαμεν καὶ ἐκεῖνο ἐκελεύσαμεν, ἵνα γείνηται· εἰς τὴν μνείαν ἡμῶν πρόβατον ἡμερίσιον ἓν, καὶ ἄρτων μόδιος εἷς ἥμισυς, οἴνου πασατας |
τέσσερας, εἰς τὴν Σασάνου τοῦ κυρίου καὶ Παπάκου βασιλέως καὶ Σαπώρου βασιλέως Παπακαν καὶ Ἀρταξάρου βασιλέως βασιλέων καὶ Χορνανζημ τῆς τοῦ ἔθνους | |
βασιλίσσης καὶ Ἀδουρ-αναιδ βασιλίσσης τῶν βασιλισσῶν καὶ Δηνακης βασιλίσσης καὶ Γουαραθρανου βασιλέως Γεληνῶν καὶ Σαπώρου βασιλέως | |
Mησανηνῶν καὶ Ὡρμισδ-αρταξάρου μεγάλου βασιλέως Ἀρμενίας καὶ Ναρσαίου Σεγιστηνῶν βασιλέως καὶ Σαβουρ-δουκτακ τῆς Σεγιστανῶ[ν] | |
βασιλίσσης καὶ Τιεσμακ τῆς κυρίας καὶ Πηρώζου τοῦ ἐκ βασιλέων καὶ Μυρρωδ κυρίας μητρὸς Σαπώρου βασιλέως βασιλέων καὶ Ναρσαίου τοῦ ἐκ βασιλέων καὶ Ῥωδ- | |
50 | δουκτκ<α>κ <τ>ῆς θυγατρὸς Ἀνωσακ, καὶ Γοραζ-δουκτ θυγατρὸς Χορνανζημ καὶ Σταριαδ βασιλίσσης καὶ Ὡρμισδακ υἱοῦ τοῦ Ἀρμενίων βασιλέως καὶ Ὡρμισδ καὶ Ὡρμισδακ καὶ |
Ὀδαβαχθ καὶ Γουαραθραν καὶ Σαβουρ καὶ Πηρω[ζ] τοῦ Μησανηνῶν βασιλέως υἱῶν καὶ Σαβουρ-δουκτακ θυγατρὸς τοῦ Μησανηνῶν βασιλέως καὶ Ὡρμισδ-δουκτακ θυ- | |
γατρὸς τοῦ Σεγιστανῶν βασιλέως τῆς μνείας πρόβατον ἕν, ἄρτων μόδιον ἕνα ἥμισυ, οἴνου πασεους τέσσαρας. κἀκεῖνα τὰ πρόβατα, ἅπερ ἐκεῖθεν περισσεύει, ἕως ἐξαρκέσῃ, | |
ἐν τόσῳ εἰς τὴν μνείαν εκείνων, ὧν ἡμεῖς ἐκελεύσαμεν, εἰς μνείαν αὐτῶν μαγεύσωσιν. καὶ ἐνθάδε ἐνγέγραπται καὶ συνέστηκεν· τῶν επὶ τῆς Παπάκου βασιλέως δεσποτείας ὑπ- | |
αρξάντων Σασάνου τοῦ Ἀρνηγαν, Φαρρεκ Φαρρικαν, Γοαρθανιπατ Ὡριγαν, Ἀσπωρικ Ἀσπωριγαν, Πωρικ Μερδιγαν, Ζιγ τοῦ διπνοκλήτορος, Σαπώρου Γουεζηνιγαν, Σαπώρου Μεερωζι- | |
55 | νηγαν· καὶ τῶν επὶ τῆς Ἀ[ρ]ταξάρου τοῦ βασιλέως βασιλέων δεσποτείας ὑπαρξάντων Σαταροπτ Ἀβρηναχ βασιλέως, Ἀρταξάρου Μάρου βασιλέως, Ἀρταξιρ Κερμαν βασιλέως, Ἀρταξιρ Σιγαν |
βασιλέως, Δηνικ Παβάκου τοῦ βασιλέως μητρός, Ῥωδακης τῆς Ἀρταξάρου τοῦ βασιλέως βασιλέων μητρός, Δηνακης βασιλίσσης βασιλισσῶν Παπακαν, Ἀρταξιρ βιδιξ, Παβάκου ἁζαροπτ, | |
Δηην Γοράζου, Σασαν Σουρην, Σασαν Ἰνδηγαν δεσπότου, Πηρωζ Καρην, Γωωκ Καρην, Ἀβουρσαμ Ἀρταξιρουφρ, Γηλιμαν ἀπὸ Δουμβαουνδ, Ῥοξ σπαπίτου, Μαρδ διβιρουπτ, Παβακ τοῦ | |
δειπνοκλήτορος, Παζηρου Γουασπεριγαν, Οὐιφερου τοῦ Οὐιφεριγαν, Μερχουάστου τοῦ Βερησιγαν, Χουμαφρατ μαιγανπεδ, Δηραν τοῦ ζηνιπιτ, Τζερικ τοῦ δικαστοῦ, Οὐαρδαν τοῦ ἐπὶ τῆς πάθνης, | |
Mεερ<ι>κ Τουσσεριγαν, Ζηκ Ζαβρικαν, Σαγβους τοῦ ἐπὶ τοῦ κυνηγίου, Χουδικ τοῦ ἐπὶ τῆς ἀννώνης, Διεην τοῦ ἐπὶ τοῦ οἴνου· καὶ τῶν ὑπὸ τὴν δεσποτείαν ἡμῶν γεγονότων Ἀρταξάρου βασιλέως | |
60 | τῆς Ἀδιαβηνῆς, Ἀρταξάρου βασιλέως τῆς Κιρμανζηνῆς, Δηνακη<ς> βασιλίσση<ς> Μησων δαστικιρτ Σαπωρ, Ἀμαζασπου τοῦ βασιλέως τῆς Ἰβηρίας, Οὐαλάσσου τοῦ ἐγ βασιλέων υἱοῦ Παβάκου, Σασάνου τοῦ ἐγ βασιλέω<ν> |
τοῦ <εἰ>ς Παρικαν τραφέντος, Σασάνου τοῦ ἐγ βασιλ[έ]ων τοῦ εἰς Κιδουκαν ἀνατραφέντος, Ναρσαίου τοῦ ἐγ βασιλέων Πηρωζιγαν, Ναρσαίου τοῦ ἐγ | |
βασιλέων Σαβουργαν, Σαπωρ πιτιάξου, Παβάκου ἁζαρίπτου, Πηρώζου ἀσπιπίδου, | |
Ἀρταξαρ Γουραζ, Ἀρταξαρ Σουρην, Ναρσαίου Ἀνδηγαν κυρίου, Ἀρταξαρ Καρην, Γοαννάμου ἐπιτρόπου, Φρείκου Γουε-αντιοχ-σαβωρ σατράπου, Στρηδω Σαιμούστου, Ἀρταξαρ Ἀρταξαρισνουμ, Παζηρ Ταμ-σαβουρ, Ἀρταξαρ Γωμαν σατράπου, | |
Tιασμικ Νι-σαβωρ, Γοανναμ Σαπωρ-σνουμ, Τιρ-μερ Σαρακάρτων καστελλοφύλακος, Ζικ δειπνοκλήτορος, Ἀρταβάνου τοῦ ἀπὸ Τουμβαούντων, Γυνδιφερ Ἀβγαν, Ῥισμαωδ καὶ Παβις Πηρωσαβωρ Σονβεδηγαν, Γουαρζιν Γη σατράπου, | |
65 | Κιρδιστρω πιτυάξου, Παπάκου Οὐισπερηγαν, Οὐαλάσου Σλωκαν, Ἰησδιβαδ βασιλισσῶν ἁνδαρζαβιδ, Παπάκου τοῦ σπαθοφόρου, Ναρσαίου Ῥινδ σατράπου, Τιανικ Ἀμιδαν σατράπου, Γουλβαδ τοῦ επὶ τῆς ὑπηρεσίας, |
Διωμερδου Ῥαστιγαν, Ἀρταξάρου Γυιφεριγαν, Ἀβουρσαμ-σαβωρ τοῦ ἐπὶ τῶν δριγαιων, Ναρσαίου Βαρριγαν, Σαβωρ Ναρσηγαν, Ναρσαίου τοῦ ἐπὶ τῆς | |
ἀννώνης, Ὡρμίζ<δ>ου τοῦ ἀρχιγραμματέως, Ναδωκ τοῦ ἐπὶ τῆς φυλακῆς, Παπακ | |
θυρουροῦ, Πασφερδ Πασφερδιγαν, Ἀβ<δ>αγας Δησβηδιγαν, Καρτειρ μάγου, Ῥαστακ Γυε-αρταξάρων σατράπου, Ἀρταξάρου Πιτιξιγαν, Μεερχουαστ | |
γανζοφύλακος, Σαπώρου ἐπιτρόπου, Ἀστατ Μεεραν ἐπὶ ἐπιστολῶν, Σασαν | |
εὐνούχου Σασανγαν, Οὐορωδ ἀγορανόμου, Ἀρταξάρου Νηρηζ σατράπου, Βαδου Γουλιβηγαν, Κιρδειρ Ἰρδουαν, Ζαρουανδατ Βανδιγαν, Γυινναρ Σασανγαν, Μανζικ εὐνούχου, Σασάνου δικαστοῦ, Οὐαρδάνου Νασπαδιγαν, Οὐαρδικ γορα- | |
70 | ζιβιδ· ὁμοῦ πρόβατον ἕν, ἄρτου μόδιον ἕνα ἥμισυ, οἴνου πασαιους τέσσαρες. νῦν, ὥσπερ ἡμεῖς ἐπὶ τὰς χρείας καὶ θρησκείας τῶν θεῶν σπουδάζομεν καὶ τῶν θεῶν κτίσμα ἐσμὲν καὶ εἰς βοήθιαν τῶν θεῶν ταῦτα πάντα τὰ |
ἔθνη ἐζητήσαμεν καὶ κατέσχαμεν καὶ ὄνομα καὶ ἀνδρείαν ἐπεποιησάμεθα, κἀκεῖνος δέ, ὅστις μεθ’ ἡμᾶς ἔσται καὶ εὐτυχὴς ἔσται, κἀκεῖνος ἐπὶ τὰς χρείας καὶ θρησκείας τῶν θεῶν σπουδασάτω, ἵνα οἱ θεοὶ βοηθοὶ | |
70 | αὐτῷ ἔσονται καὶ δαστικιρτην ἑαυτῶν ποιήσονται. |