[ ]
Caria — Magnesia-on-the-Maeander (Ortaklar, nr.) — 205 BC — IvMagnesia 61; McC. Magn. 13 — Merk.-Staub., Jenseits Euphrat 306 — OGIS 233; Rigsby, Asylia 111
1 | [π]αρὰ Ἀντιοχέων τῶν Περσικῶν· |
[ἐ]πὶ ἱερέως Σελεύκου Νικάτορος καὶ Ἀντιόχου | |
Σωτῆρος καὶ Ἀντιόχου Θεοῦ καὶ Σελεύκου Καλλινί- | |
κου καὶ βασιλέως Σελεύκου καὶ βασιλέως Ἀντιόχου | |
5 | καὶ τοῦ υἱοῦ αὐτοῦ βασιλέως Ἀντιόχου Ἡρακλείτου |
τοῦ Ζωέους τῆς πρώτης ἑξαμήνου· δόγματα ἐκκλη- | |
σίας κυρίας τὰ ἀπενεχθέντα ὑπὸ Ἀσκληπιάδου τοῦ | |
Ἑκαταίου τοῦ Δημητρίου τοῦ γραμματέως τῆς βου- | |
λῆς καὶ τῆς ἐκκλησίας μηνὸς Πανθέου τρίτηι φθίνον- | |
10 | τος. ἔδοξε τῆι ἐκκλησίαι πρυτανέων εἰπάντων· ἐπει- |
δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες | |
καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί- | |
ας παρεισχημένο[ι] τοῖς [Ἕλλη]σίν [εἰσιν τῶν πρὸς δόξ]- | |
αν ἀνηκουσῶν πρότερόν τε Ἀντιόχου τοῦ Σωτῆρος | |
15 | φιλοτιμο[υ]μένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν |
αὐτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ | |
ἀποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ | |
θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει | |
ἱκανοὺς καὶ ἀρετῆι διαφέροντας, σπουδάζοντες | |
20 | συναυξῆσαι τὸν τῶν Ἀντιοχέων δῆμον, διατηροῦν- |
τες τε τὴν πρὸς ἅπαντας τοὺς Ἕλληνας εὔνοιαν | |
καὶ φανερὸν θέλοντες ποιεῖν, ὄτι πᾶσιν τοῖς προσήκ[ου]- | |
σιν μεταδιδόασιν σπονδῶν τε καὶ θυσιῶν καὶ τῶν ἄλ- | |
λων τιμίων τῶν ἀνηκόντων εἰς τὸ θεῖον, ἐγδοθέντος | |
25 | αὐτοῖς χρησμοῦ ἀνέδειξαν κατὰ πᾶσαν τὴν Ἑλλά- |
δα συντελοῦντες τῆι ἀρχηγέτιδι τῆς πόλεως θυσί- | |
ας καὶ πανήγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα στεφανί- | |
την διὰ πενταετήριδος μουσικόν τε καὶ γυμνικὸν | |
καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες χάριν τῆι εὐεργέ- | |
30 | τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς |
Δημοφ<ῶ>ντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητα | |
Φέρητος, οἳ καὶ ἐπελθόντες ἐπί τε τὴν βουλὴν καὶ | |
τὴν ἐκκλησίαν ψήφισμα τε ἀπέδωκαν παρὰ Μαγνή- | |
των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι- | |
35 | λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεας ἐ- |
πιφάνειαν καὶ τὰς χρείας ἃς παρέσχηνται Μάγνητες | |
πολλαῖς τῶν Ἑλληνίδων πόλεων καὶ παρεκάλουν | |
ἀποδέξασθαι τὸν ἀγῶνα στεφανίτην ὃν συντελοῦ- | |
σιν Ἀρτέμιδι Λευκοφρυηνῆι κατὰ τὸν τοῦ θεοῦ χρησμόν· | |
40 | ὁ δὲ δῆμος σεβόμενος μὲν τοὺς κοινοὺς θεοὺς αὑτοῦ τε |
καὶ Μαγνήτων, προαιρούμενος δὲ αὔξειν τὴν ἑ[αυτοῦ] | |
εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλων δὲ πόλεων | |
[πολλῶν τὰ αὐτὰ π]ροεψ[η]φ[ισ]μένων [— — —]το | |
[․․]σιν πρὸ παντὸς οἴεται δεῖν καιρὸ[ν μηδένα] παρα[λει]- | |
45 | πε[ῖν . .]ποντα ἐν ὧι [․․․] καθ’ ἰδίαν ἑκ[άστωι κ]αὶ κοινῆι πᾶ- |
σιν ἐ[να]ποδείξεται τὴν σπουδὴν ἣ[ν ἔχ]ων διατελεῖ | |
[εἰς τὸ συ]μφέρον τὸ τῶν Μαγνή[των]· ἀγαθῆι τύχη[ι], | |
[δ]ε[δ]ό[χθα]ι τῆι βουλῆι καὶ τῶι δήμω[ι· ἐπαι]νέσαι μὲν Μα- | |
γνήτας τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς | |
50 | πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ |
τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς] | |
καὶ τῆι εὐημερίαι [τ]ῆς πόλεως καλῶς χρώμενοι δι[αφ]υ- | |
λάσσουσιν τὴμ πάτριον πολιτείαν, εὔξασ[θ]αι δὲ τοὺς | |
ἱερεῖς θεοῖς πᾶσιν καὶ πάσαις, διαμένειν Μ[άγ]νησιν | |
55 | εἰς τὸ[ν] ἅπαντα χρόνον ἐπὶ τύχηι ἀγαθῆι τὴ[ν] πόλε[ιτεί]- |
αν, ἀπ[ο]δέξασθαι δὲ τὴν θυσίαν καὶ τὴν πανήγυρι[ν] | |
καὶ τὴν ἐκεχ[ειρίαν καὶ τὸν ἀγῶνα στεφανίτην ἰσοπύθιον] | |
τόν τε μου[σικὸν καὶ γυμνικὸν καὶ ἱππικόν, — — — ὃν] | |
συντελοῦ[σι Μάγνητες τῆι Ἀρτέμιδι τῆι Λευκοφρυηνῆι] | |
60 | διὰ τὸ πάτρι[ον — — — — — — — — — — — — — — — —] |
φίλων τίμια [— — — — — — — — — — — — — — — — —] | |
καὶ τὰ λοιπὰ ἃ [— — — — — — — — — — — — — — — —] | |
καὶ τῆι Μαγνήτ[ων πόλει — — — — — — — — — — — —] | |
καθ’ ἑκάστην [— — — — — ἀποστεῖλαι δὲ καὶ θεωροὺς] | |
65 | εἰς Μαγνησία[ν τοὺς θύσοντας Ἀρτέμιδι Λευκο]- |
φρυηνῆι ἐπὶ σωτηρία[ι τοῦ τε βασιλέως καὶ ἀμφοτέρων τῶν] | |
πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου] | |
ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον] | |
[τῆ]ι πόλ[ει· αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι ․․․ τοῦ Ἡρα]- | |
70 | κλείου μηνὸς [ὅταν καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ πολιτικαὶ] |
σταθῶσιν, τοὺς δὲ [αἱρεθέντας ἀποστέλλεσθαι] | |
ἀπὸ τῆς ἐστίας τῆς [κοινῆς τοῦ δήμου· τοῖς δε παρα]- | |
γινομένοις θεωροῖ[ς ἐκ Μαγνησίας πρὸς ἡμᾶς δίδοσ]- | |
θαι ὑπὸ τῶν ταμιῶν ἐ[κ τοῦ δημοσίου ξένια ὅσα δίδο]- | |
75 | ται καὶ ταῖς παρὰ Ἀρ[τέμιδος τῆς Ἐφεσίας θεωρίαις]· |
συνθυέτωσαν δὲ οἱ θ[εωροὶ — — — — τῆι Ἀρτέμι]- | |
[δι τῆι Λευκ]οφ[ρυ]ηνῆι τὰ [— — — — — — — —] | |
τοῖς δὲ νικῶσιν τῶν [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]- | |
φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ] | |
80 | τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν] |
νόμων ὑπάρχει, τὰ α[— — — — — — — — — — — —] | |
κου ἐφιέμενοι, πειρώ[μενοι δὲ — — — — — — — ἄ]- | |
γεσθαι τοὺς ἀγῶνας [— — — — — — — — — — — —] | |
ε[․]σε[․․] καὶ τῶν παρα[— — — — — — — — — —] | |
85 | αἱ τιμαὶ τῶι νικήσαν[τι — — — — — — — — — — —] |
καὶ τοὺς πρεσβευτὰς [— — — — — — — — — — ἔτα]- | |
ξεν ὁ ἐπὶ τὴ[ν κ]οινὴν [διοίκησιν ηἱρημένος — —] | |
τοὺς πρυτάνεις ἀεὶ [— — — — — — — κατὰ τὰ ὑπὸ] | |
τοῦ δήμου ἐ[ψ]ηφισμ[ένα — — — — — — — οἱ ἀφι]- | |
90 | κνούμενοι παρὰ Μα[γνήτων — — — — — — — —] |
πάσης προεδρ[ία]ς τ[— — — — — — — — — — — —] | |
ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα] | |
χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου] | |
ὅστις ὑποδέξεται τ[οὺς θεωροὺς τοὺς παραγενομένους πα]- | |
95 | ρὰ Μαγνήτων, εἶνα[ι δὲ — — — — — — — — — — — —] |
τὸν θεωροδόκον ε[— — — — — — — — — — — — — —] | |
δέδεκται ὁ δῆμος [— — — — — — — — — — — — — —] | |
προεψηφισμένο[ις — — — — — — — ἐπὶ — — — — —] | |
ἱερ[έως ηἱρ]έθ[η — — — — — — — Ἡγ]ησάν[δρου — —] | |
I.100 | ὁμο[ί]ως δὲ ἔδοξεν καὶ· |
Σελευκεῦσιν τοῖς | |
πρὸς [τ]ῶι Τίγρει | |
Ἀπαμεῦσιν τοῖς | |
[π]ρὸς τῆι Σελείαι, | |
105 | Σελευκεῦσιν τοῖς |
πρὸς τῆι ἐρυθρᾶι | |
θαλάσσηι, | |
Σελευκεῦσιν τοῖς | |
πρὸς τῶι Εὐλαίωι, | |
110 | Σ[ε]λευκ[εῦσι]ν τ[οῖς] |
π[ρὸ]ς τῶ[ι Ἡδυφῶντι] | |
II.112 | [— — —] |
[— — —] | |
[— — —] | |
115 | [— — —] |
[— — —] | |
Ἀν[τι]ο[χεῦσιν τοῖς] | |
πρὸς [— — —] | |
Ἀλ[εξανδρεῦσιν τοῖς] | |
120 | [— — —] |
[— — —] | |
[— — —] | |
[— — —] |