[ ] Caria — Magnesia-on-the-Maeander (Ortaklar, nr.) — 205 BC — IvMagnesia 61; McC. Magn. 13 — Merk.-Staub., Jenseits Euphrat 306 — OGIS 233; Rigsby, Asylia 111
1          [π]αρὰ Ἀντιοχέων τῶν Περσικῶν·
[ἐ]πὶ ἱερέως Σελεύκου Νικάτορος καὶ Ἀντιόχου
Σωτῆρος καὶ Ἀντιόχου Θεοῦ καὶ Σελεύκου Καλλινί-
κου καὶ βασιλέως Σελεύκου καὶ βασιλέως Ἀντιόχου
5 καὶ τοῦ υἱοῦ αὐτοῦ βασιλέως Ἀντιόχου Ἡρακλείτου
τοῦ Ζωέους τῆς πρώτης ἑξαμήνου· δόγματα ἐκκλη-
σίας κυρίας τὰ ἀπενεχθέντα ὑπὸ Ἀσκληπιάδου τοῦ
Ἑκαταίου τοῦ Δημητρίου τοῦ γραμματέως τῆς βου-
λῆς καὶ τῆς ἐκκλησίας μηνὸς Πανθέου τρίτηι φθίνον-
10 τος. ἔδοξε τῆι ἐκκλησίαι πρυτανέων εἰπάντων· ἐπει-
δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες
καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί-
ας παρεισχημένο[ι] τοῖς [Ἕλλη]σίν [εἰσιν τῶν πρὸς δόξ]-
αν ἀνηκουσῶν πρότερόν τε Ἀντιόχου τοῦ Σωτῆρος
15 φιλοτιμο[υ]μένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν
αὐτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ
ἀποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ
θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει
ἱκανοὺς καὶ ἀρετῆι διαφέροντας, σπουδάζοντες
20 συναυξῆσαι τὸν τῶν Ἀντιοχέων δῆμον, διατηροῦν-
τες τε τὴν πρὸς ἅπαντας τοὺς Ἕλληνας εὔνοιαν
καὶ φανερὸν θέλοντες ποιεῖν, ὄτι πᾶσιν τοῖς προσήκ[ου]-
σιν μεταδιδόασιν σπονδῶν τε καὶ θυσιῶν καὶ τῶν ἄλ-
λων τιμίων τῶν ἀνηκόντων εἰς τὸ θεῖον, ἐγδοθέντος
25 αὐτοῖς χρησμοῦ ἀνέδειξαν κατὰ πᾶσαν τὴν Ἑλλά-
δα συντελοῦντες τῆι ἀρχηγέτιδι τῆς πόλεως θυσί-
ας καὶ πανήγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα στεφανί-
την διὰ πενταετήριδος μουσικόν τε καὶ γυμνικὸν
καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες χάριν τῆι εὐεργέ-
30 τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς
Δημοφ<ῶ>ντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητα
Φέρητος, οἳ καὶ ἐπελθόντες ἐπί τε τὴν βουλὴν καὶ
τὴν ἐκκλησίαν ψήφισμα τε ἀπέδωκαν παρὰ Μαγνή-
των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι-
35 λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεας ἐ-
πιφάνειαν καὶ τὰς χρείας ἃς παρέσχηνται Μάγνητες
πολλαῖς τῶν Ἑλληνίδων πόλεων καὶ παρεκάλουν
ἀποδέξασθαι τὸν ἀγῶνα στεφανίτην ὃν συντελοῦ-
σιν Ἀρτέμιδι Λευκοφρυηνῆι κατὰ τὸν τοῦ θεοῦ χρησμόν·
40 ὁ δὲ δῆμος σεβόμενος μὲν τοὺς κοινοὺς θεοὺς αὑτοῦ τε
καὶ Μαγνήτων, προαιρούμενος δὲ αὔξειν τὴν ἑ[αυτοῦ]
εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλων δὲ πόλεων
[πολλῶν τὰ αὐτὰ π]ροεψ[η]φ[ισ]μένων [— — —]το
[․․]σιν πρὸ παντὸς οἴεται δεῖν καιρὸ[ν μηδένα] παρα[λει]-
45 πε[ῖν . .]ποντα ἐν ὧι [․․․] καθ’ ἰδίαν ἑκ[άστωι κ]αὶ κοινῆι πᾶ-
σιν ἐ[να]ποδείξεται τὴν σπουδὴν ἣ[ν ἔχ]ων διατελεῖ
[εἰς τὸ συ]μφέρον τὸ τῶν Μαγνή[των]· ἀγαθῆι τύχη[ι],
[δ]ε[δ][χθα]ι τῆι βουλῆι καὶ τῶι δήμω[ι· ἐπαι]νέσαι μὲν Μα-
γνήτας τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς
50 πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ
τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς]
καὶ τῆι εὐημερίαι [τ]ῆς πόλεως καλῶς χρώμενοι δι[αφ]υ-
λάσσουσιν τὴμ πάτριον πολιτείαν, εὔξασ[θ]αι δὲ τοὺς
ἱερεῖς θεοῖς πᾶσιν καὶ πάσαις, διαμένειν Μ[άγ]νησιν
55 εἰς τὸ[ν] ἅπαντα χρόνον ἐπὶ τύχηι ἀγαθῆι τὴ[ν] πόλε[ιτεί]-
αν, ἀπ[ο]δέξασθαι δὲ τὴν θυσίαν καὶ τὴν πανήγυρι[ν]
καὶ τὴν ἐκεχ[ειρίαν καὶ τὸν ἀγῶνα στεφανίτην ἰσοπύθιον]
τόν τε μου[σικὸν καὶ γυμνικὸν καὶ ἱππικόν, — — — ὃν]
συντελοῦ[σι Μάγνητες τῆι Ἀρτέμιδι τῆι Λευκοφρυηνῆι]
60 διὰ τὸ πάτρι[ον — — — — — — — — — — — — — — — —]
φίλων τίμια [— — — — — — — — — — — — — — — — —]
καὶ τὰ λοιπὰ ἃ [— — — — — — — — — — — — — — — —]
καὶ τῆι Μαγνήτ[ων πόλει — — — — — — — — — — — —]
καθ’ ἑκάστην [— — — — — ἀποστεῖλαι δὲ καὶ θεωροὺς]
65 εἰς Μαγνησία[ν τοὺς θύσοντας Ἀρτέμιδι Λευκο]-
φρυηνῆι ἐπὶ σωτηρία[ι τοῦ τε βασιλέως καὶ ἀμφοτέρων τῶν]
πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου]
ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον]
[τῆ]ι πόλ[ει· αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι ․․․ τοῦ Ἡρα]-
70 κλείου μηνὸς [ὅταν καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ πολιτικαὶ]
σταθῶσιν, τοὺς δὲ [αἱρεθέντας ἀποστέλλεσθαι]
ἀπὸ τῆς ἐστίας τῆς [κοινῆς τοῦ δήμου· τοῖς δε παρα]-
γινομένοις θεωροῖ[ς ἐκ Μαγνησίας πρὸς ἡμᾶς δίδοσ]-
θαι ὑπὸ τῶν ταμιῶν ἐ[κ τοῦ δημοσίου ξένια ὅσα δίδο]-
75 ται καὶ ταῖς παρὰ Ἀρ[τέμιδος τῆς Ἐφεσίας θεωρίαις]·
συνθυέτωσαν δὲ οἱ θ[εωροὶ — — — — τῆι Ἀρτέμι]-
[δι τῆι Λευκ]οφ[ρυ]ηνῆι τὰ [— — — — — — — —]
τοῖς δὲ νικῶσιν τῶν [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]-
φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ]
80 τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν]
νόμων ὑπάρχει, τὰ α[— — — — — — — — — — — —]
κου ἐφιέμενοι, πειρώ[μενοι δὲ — — — — — — — ἄ]-
γεσθαι τοὺς ἀγῶνας [— — — — — — — — — — — —]
ε[․]σε[․․] καὶ τῶν παρα[— — — — — — — — — —]
85 αἱ τιμαὶ τῶι νικήσαν[τι — — — — — — — — — — —]
καὶ τοὺς πρεσβευτὰς [— — — — — — — — — — ἔτα]-
ξεν ὁ ἐπὶ τὴ[ν κ]οινὴν [διοίκησιν ηἱρημένος — —]
τοὺς πρυτάνεις ἀεὶ [— — — — — — — κατὰ τὰ ὑπὸ]
τοῦ δήμου ἐ[ψ]ηφισμ[ένα — — — — — — — οἱ ἀφι]-
90 κνούμενοι παρὰ Μα[γνήτων — — — — — — — —]
πάσης προεδρ[ία]ς τ[— — — — — — — — — — — —]
ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα]
χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου]
ὅστις ὑποδέξεται τ[οὺς θεωροὺς τοὺς παραγενομένους πα]-
95 ρὰ Μαγνήτων, εἶνα[ι δὲ — — — — — — — — — — — —]
τὸν θεωροδόκον ε[— — — — — — — — — — — — — —]
δέδεκται ὁ δῆμος [— — — — — — — — — — — — — —]
προεψηφισμένο[ις — — — — — — — ἐπὶ — — — — —]
ἱερ[έως ηἱρ]έθ[η — — — — — — — Ἡγ]ησάν[δρου — —]
I.100 ὁμο[ί]ως δὲ ἔδοξεν καὶ·
Σελευκεῦσιν τοῖς
πρὸς [τ]ῶι Τίγρει
Ἀπαμεῦσιν τοῖς
[π]ρὸς τῆι Σελείαι,
105 Σελευκεῦσιν τοῖς
πρὸς τῆι ἐρυθρᾶι
θαλάσσηι,
Σελευκεῦσιν τοῖς
πρὸς τῶι Εὐλαίωι,
110 Σ[ε]λευκ[εῦσι]ν τ[οῖς]
π[ρὸ]ς τῶ[ι Ἡδυφῶντι]
II.112                                                                           [— — —]
                                                                          [— — —]
                                                                          [— — —]
115                                                                           [— — —]
                                                                          [— — —]
                                                                     Ἀν[τι]ο[χεῦσιν τοῖς]
                                                                          πρὸς [— — —]
                                                                     Ἀλ[εξανδρεῦσιν τοῖς]
120                                                                           [— — —]
                                                                          [— — —]
                                                                          [— — —]
                                                                          [— — —]
Search Help
Contact Us