[ ]
Caria — Magnesia-on-the-Maeander (Ortaklar, nr.) — 205 BC — IvMagnesia 61; McC. Magn. 13 — Merk.-Staub., Jenseits Euphrat 306 — OGIS 233; Rigsby, Asylia 111
| 1 | [π]αρὰ Ἀντιοχέων τῶν Περσικῶν· |
| [ἐ]πὶ ἱερέως Σελεύκου Νικάτορος καὶ Ἀντιόχου | |
| Σωτῆρος καὶ Ἀντιόχου Θεοῦ καὶ Σελεύκου Καλλινί- | |
| κου καὶ βασιλέως Σελεύκου καὶ βασιλέως Ἀντιόχου | |
| 5 | καὶ τοῦ υἱοῦ αὐτοῦ βασιλέως Ἀντιόχου Ἡρακλείτου |
| τοῦ Ζωέους τῆς πρώτης ἑξαμήνου· δόγματα ἐκκλη- | |
| σίας κυρίας τὰ ἀπενεχθέντα ὑπὸ Ἀσκληπιάδου τοῦ | |
| Ἑκαταίου τοῦ Δημητρίου τοῦ γραμματέως τῆς βου- | |
| λῆς καὶ τῆς ἐκκλησίας μηνὸς Πανθέου τρίτηι φθίνον- | |
| 10 | τος. ἔδοξε τῆι ἐκκλησίαι πρυτανέων εἰπάντων· ἐπει- |
| δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες | |
| καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί- | |
| ας παρεισχημένο[ι] τοῖς [Ἕλλη]σίν [εἰσιν τῶν πρὸς δόξ]- | |
| αν ἀνηκουσῶν πρότερόν τε Ἀντιόχου τοῦ Σωτῆρος | |
| 15 | φιλοτιμο[υ]μένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν |
| αὐτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ | |
| ἀποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ | |
| θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει | |
| ἱκανοὺς καὶ ἀρετῆι διαφέροντας, σπουδάζοντες | |
| 20 | συναυξῆσαι τὸν τῶν Ἀντιοχέων δῆμον, διατηροῦν- |
| τες τε τὴν πρὸς ἅπαντας τοὺς Ἕλληνας εὔνοιαν | |
| καὶ φανερὸν θέλοντες ποιεῖν, ὄτι πᾶσιν τοῖς προσήκ[ου]- | |
| σιν μεταδιδόασιν σπονδῶν τε καὶ θυσιῶν καὶ τῶν ἄλ- | |
| λων τιμίων τῶν ἀνηκόντων εἰς τὸ θεῖον, ἐγδοθέντος | |
| 25 | αὐτοῖς χρησμοῦ ἀνέδειξαν κατὰ πᾶσαν τὴν Ἑλλά- |
| δα συντελοῦντες τῆι ἀρχηγέτιδι τῆς πόλεως θυσί- | |
| ας καὶ πανήγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα στεφανί- | |
| την διὰ πενταετήριδος μουσικόν τε καὶ γυμνικὸν | |
| καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες χάριν τῆι εὐεργέ- | |
| 30 | τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς |
| Δημοφ<ῶ>ντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητα | |
| Φέρητος, οἳ καὶ ἐπελθόντες ἐπί τε τὴν βουλὴν καὶ | |
| τὴν ἐκκλησίαν ψήφισμα τε ἀπέδωκαν παρὰ Μαγνή- | |
| των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι- | |
| 35 | λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεας ἐ- |
| πιφάνειαν καὶ τὰς χρείας ἃς παρέσχηνται Μάγνητες | |
| πολλαῖς τῶν Ἑλληνίδων πόλεων καὶ παρεκάλουν | |
| ἀποδέξασθαι τὸν ἀγῶνα στεφανίτην ὃν συντελοῦ- | |
| σιν Ἀρτέμιδι Λευκοφρυηνῆι κατὰ τὸν τοῦ θεοῦ χρησμόν· | |
| 40 | ὁ δὲ δῆμος σεβόμενος μὲν τοὺς κοινοὺς θεοὺς αὑτοῦ τε |
| καὶ Μαγνήτων, προαιρούμενος δὲ αὔξειν τὴν ἑ[αυτοῦ] | |
| εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλων δὲ πόλεων | |
| [πολλῶν τὰ αὐτὰ π]ροεψ[η]φ[ισ]μένων [— — —]το | |
| [․․]σιν πρὸ παντὸς οἴεται δεῖν καιρὸ[ν μηδένα] παρα[λει]- | |
| 45 | πε[ῖν . .]ποντα ἐν ὧι [․․․] καθ’ ἰδίαν ἑκ[άστωι κ]αὶ κοινῆι πᾶ- |
| σιν ἐ[να]ποδείξεται τὴν σπουδὴν ἣ[ν ἔχ]ων διατελεῖ | |
| [εἰς τὸ συ]μφέρον τὸ τῶν Μαγνή[των]· ἀγαθῆι τύχη[ι], | |
| [δ]ε[δ]ό[χθα]ι τῆι βουλῆι καὶ τῶι δήμω[ι· ἐπαι]νέσαι μὲν Μα- | |
| γνήτας τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς | |
| 50 | πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ |
| τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς] | |
| καὶ τῆι εὐημερίαι [τ]ῆς πόλεως καλῶς χρώμενοι δι[αφ]υ- | |
| λάσσουσιν τὴμ πάτριον πολιτείαν, εὔξασ[θ]αι δὲ τοὺς | |
| ἱερεῖς θεοῖς πᾶσιν καὶ πάσαις, διαμένειν Μ[άγ]νησιν | |
| 55 | εἰς τὸ[ν] ἅπαντα χρόνον ἐπὶ τύχηι ἀγαθῆι τὴ[ν] πόλε[ιτεί]- |
| αν, ἀπ[ο]δέξασθαι δὲ τὴν θυσίαν καὶ τὴν πανήγυρι[ν] | |
| καὶ τὴν ἐκεχ[ειρίαν καὶ τὸν ἀγῶνα στεφανίτην ἰσοπύθιον] | |
| τόν τε μου[σικὸν καὶ γυμνικὸν καὶ ἱππικόν, — — — ὃν] | |
| συντελοῦ[σι Μάγνητες τῆι Ἀρτέμιδι τῆι Λευκοφρυηνῆι] | |
| 60 | διὰ τὸ πάτρι[ον — — — — — — — — — — — — — — — —] |
| φίλων τίμια [— — — — — — — — — — — — — — — — —] | |
| καὶ τὰ λοιπὰ ἃ [— — — — — — — — — — — — — — — —] | |
| καὶ τῆι Μαγνήτ[ων πόλει — — — — — — — — — — — —] | |
| καθ’ ἑκάστην [— — — — — ἀποστεῖλαι δὲ καὶ θεωροὺς] | |
| 65 | εἰς Μαγνησία[ν τοὺς θύσοντας Ἀρτέμιδι Λευκο]- |
| φρυηνῆι ἐπὶ σωτηρία[ι τοῦ τε βασιλέως καὶ ἀμφοτέρων τῶν] | |
| πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου] | |
| ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον] | |
| [τῆ]ι πόλ[ει· αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι ․․․ τοῦ Ἡρα]- | |
| 70 | κλείου μηνὸς [ὅταν καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ πολιτικαὶ] |
| σταθῶσιν, τοὺς δὲ [αἱρεθέντας ἀποστέλλεσθαι] | |
| ἀπὸ τῆς ἐστίας τῆς [κοινῆς τοῦ δήμου· τοῖς δε παρα]- | |
| γινομένοις θεωροῖ[ς ἐκ Μαγνησίας πρὸς ἡμᾶς δίδοσ]- | |
| θαι ὑπὸ τῶν ταμιῶν ἐ[κ τοῦ δημοσίου ξένια ὅσα δίδο]- | |
| 75 | ται καὶ ταῖς παρὰ Ἀρ[τέμιδος τῆς Ἐφεσίας θεωρίαις]· |
| συνθυέτωσαν δὲ οἱ θ[εωροὶ — — — — τῆι Ἀρτέμι]- | |
| [δι τῆι Λευκ]οφ[ρυ]ηνῆι τὰ [— — — — — — — —] | |
| τοῖς δὲ νικῶσιν τῶν [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]- | |
| φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ] | |
| 80 | τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν] |
| νόμων ὑπάρχει, τὰ α[— — — — — — — — — — — —] | |
| κου ἐφιέμενοι, πειρώ[μενοι δὲ — — — — — — — ἄ]- | |
| γεσθαι τοὺς ἀγῶνας [— — — — — — — — — — — —] | |
| ε[․]σε[․․] καὶ τῶν παρα[— — — — — — — — — —] | |
| 85 | αἱ τιμαὶ τῶι νικήσαν[τι — — — — — — — — — — —] |
| καὶ τοὺς πρεσβευτὰς [— — — — — — — — — — ἔτα]- | |
| ξεν ὁ ἐπὶ τὴ[ν κ]οινὴν [διοίκησιν ηἱρημένος — —] | |
| τοὺς πρυτάνεις ἀεὶ [— — — — — — — κατὰ τὰ ὑπὸ] | |
| τοῦ δήμου ἐ[ψ]ηφισμ[ένα — — — — — — — οἱ ἀφι]- | |
| 90 | κνούμενοι παρὰ Μα[γνήτων — — — — — — — —] |
| πάσης προεδρ[ία]ς τ[— — — — — — — — — — — —] | |
| ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα] | |
| χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου] | |
| ὅστις ὑποδέξεται τ[οὺς θεωροὺς τοὺς παραγενομένους πα]- | |
| 95 | ρὰ Μαγνήτων, εἶνα[ι δὲ — — — — — — — — — — — —] |
| τὸν θεωροδόκον ε[— — — — — — — — — — — — — —] | |
| δέδεκται ὁ δῆμος [— — — — — — — — — — — — — —] | |
| προεψηφισμένο[ις — — — — — — — ἐπὶ — — — — —] | |
| ἱερ[έως ηἱρ]έθ[η — — — — — — — Ἡγ]ησάν[δρου — —] | |
| I.100 | ὁμο[ί]ως δὲ ἔδοξεν καὶ· |
| Σελευκεῦσιν τοῖς | |
| πρὸς [τ]ῶι Τίγρει | |
| Ἀπαμεῦσιν τοῖς | |
| [π]ρὸς τῆι Σελείαι, | |
| 105 | Σελευκεῦσιν τοῖς |
| πρὸς τῆι ἐρυθρᾶι | |
| θαλάσσηι, | |
| Σελευκεῦσιν τοῖς | |
| πρὸς τῶι Εὐλαίωι, | |
| 110 | Σ[ε]λευκ[εῦσι]ν τ[οῖς] |
| π[ρὸ]ς τῶ[ι Ἡδυφῶντι] | |
| II.112 | [— — —] |
| [— — —] | |
| [— — —] | |
| 115 | [— — —] |
| [— — —] | |
| Ἀν[τι]ο[χεῦσιν τοῖς] | |
| πρὸς [— — —] | |
| Ἀλ[εξανδρεῦσιν τοῖς] | |
| 120 | [— — —] |
| [— — —] | |
| [— — —] | |
| [— — —] |