[ ]
Caria — Magnesia-on-the-Maeander (Ortaklar, nr.) — 205 BC — IvMagnesia 19; McC. Magn. 112 — Merk.-Staub., Jenseits Euphrat 305 — OGIS 232; Rigsby, Asylia 70
1 | βασιλεὺς Ἀντίοχος Μαγνήτων |
τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· Δη- | |
μοφῶν καὶ Φιλίσκος καὶ Φέρης οἱ πα- | |
ρ’ ὑμῶν πεμφθέντες πρὸς τὸν πατέ- | |
5 | ρα θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖλαι |
τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισται | |
ὁ δῆμος συντελεῖν διὰ πενταετη- | |
ρίδος τῆι ἀρχηγέτιδι τῆς πόλεως | |
Ἀρτέμιδι Λευκοφρυηνῆι, ἀπέδωκαν | |
10 | καὶ τὸ πρὸς ἐμὲ ψήφισμα καὶ διελέχθη- |
σαν μετὰ σπουδῆς ἀκολούθως τοῖς | |
ἐν τούτωι κατακεχωρισμένοις, παρα- | |
καλοῦντες ἀποδέξασθαι στεφανί- | |
την ἰσοπύθιον τὸν ἀγῶνα ὃν τίθετε τῆι | |
15 | θεᾶι. ἔχοντος οὖν τοῦ πατρὸς περὶ |
τοῦ δήμου τὴν φιλανθρωποτάτην δι- | |
[άλη]ψιν καὶ ταῦτα ἀποδεδεγμένου, θέ- | |
[λων κ]αὶ αὐτὸς ἀκολουθεῖν τῆι προαιρέ- | |
[σει αὐτ]οῦ, νῦν τε ἀποδέχομαι τὰς ἐψη- | |
20 | [φισμένα]ς ὑφ’ ὑμῶν τιμὰς τῆι θεᾶι καὶ |
[τὸ λ]ο[ι π]ὸν πειράσομαι κατακολουθῶν | |
[τῆι τοῦ π]α[τρ]ὸς ὑφηγήσει συναύξειν ὑμῖν | |
[ἐν οἷς ἂ]ν π[αρ]ακαλῆτε ἢ καὶ αὐτὸς ἐπινοῶ. | |
ἔρρωσθε. |