[ ]
Caria — Magnesia-on-the-Maeander (Ortaklar, nr.) — 205 BC — IvMagnesia 18; McC. Magn. 111 — Merk.-Staub., Jenseits Euphrat 304 — OGIS 231; Rigsby, Asylia 69
1 | βασιλεὺς Ἀντίοχος Μαγνή- |
των τῆι βουλῆι καὶ τῶι δήμωι χαί- | |
ρειν· Δημοφῶν καὶ Φιλίσκος καὶ Φέ- | |
ρης οἱ παρ’ ὑμῶν πεμφθέντες πρὸς | |
5 | ἡμᾶς θεωροὶ ἕνεκεν τοῦ ἐπαγγεῖ- |
λαι τὸν ἀγῶνα καὶ τἆλλα ἃ ἐψήφισ- | |
ται ὁ δῆμος συντελεῖν τῆι ἀρχηγέ- | |
τιδι τῆς πόλεως Ἀρτέμιδι Λευκοφρυ- | |
ηνῆι, συμμείξαντες ἐν Ἀντιοχείαι | |
10 | τῆς Περσίδος τό τε ψήφισμα ἀπέδω- |
καν καὶ αὐτοὶ διελέχθησαν μετὰ σπου- | |
δῆς ἀκολούθως τοῖς κατακεχωρισμέ- | |
νοις ἐν τῶι ψηφίσματι, παρακαλοῦντες | |
ἀποδέξασθαι στεφανίτην ἰσοπύθιον | |
15 | τὸν ἀγῶνα ὃν τίθετε τῆι θεᾶι διὰ πεν- |
[τ]αετερίδος. ἔχοντες οὖν ἐξ ἀρχῆς π[ερὶ] | |
τοῦ δήμου τὴν φιλανθρωποτάτην διάλ[η]- | |
ψιν διὰ τὴν εὔνοιαν, ἣν τυγχάνει ἀποδε- | |
δειγμένος ἐμ πᾶσι τοῖς καιροῖς εἴς τε ἡ- | |
20 | μᾶς καὶ τὰ πράγματα, καὶ βουλόμενοι φα- |
νηρὰν ποιεῖν τὴν ἑαυτῶν προαίρεσιν ἀπο- | |
δεχόμεθα τὰς ἐψηφισμένας ὑφ’ ὑμῶν τ[ι]- | |
μὰς τῆι θεᾶι, πρόκειταί τε ἡμῖν συναύξειν | |
ταῦτα ἐν οἷς ἂν ὑμεῖς τε παρακαλῆτε καὶ | |
25 | αὐτοὶ ἐπινοῶμεν· γεγράφαμεν δὲ καὶ |
τοῖς ἐπὶ τῶν πραγμάτων τεταγμένοις, | |
ὅπως καὶ αἱ πόλεις ἀκολούθως ἀπο- | |
δέξωνται. ἔρρωσθε. |