[ ] Lydia — Tralles (Aydin--Gũzelhisar) — 353/2 BC — CIG 2.2919; LBW 1651 — IK Tralleis 3 — Syll.² 573
1 ἔτεος ΙΙΙΙΙΙΙ, μηνὸς ἐβδόμω·
βασιλέοντος Ἀρταξέσσε-
ω· ἐξσατραπεύοντος Ἰδριέ-
ως· ὅσα ἐψηφίσαντο Τραλ-
5 δεῖς· ἱκετηρίην εἶναι Διο-
νύσωι Βακχίωι τῶι δημοσί-
ωι. ἱκέτην μὴ ἀδικεῖν.
ὅρος ἱερὸς ἄσυλος Διονύσου
Βάκχου· τὸν ἱκέτην μὴ ἀδικεῖν
10 μηδὲ ἀδικούμενον περιορᾷν·
εἰ δὲ μή, ἐξώλη εἶναι καὶ αὐτὸν
καὶ τὸ γένος αὐτοῦ.
Search Help
Contact Us