[ ]
Caria — Mylasa (Milas) — 355/4 BC — CIG 2.2691e; LBW 379 — IK Mylasa I 3; McC. Myl. 114 — Syll.(3) 167c
1 | ἔτει πέμπτωι Ἀρταξέρξευς βασιλεύοντος, |
Μαυσσώλλου ἐξαιθραπεύον[τ]ος, Μανίτα τοῦ | |
Πακτύω ἐπιβουλεύσαντος Μαυσσώλλωι τῶι Ἑκατόμνω | |
ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Λαμβραύνδου, θυσίης ἐνιαυ- | |
5 | σίης καὶ πανηγύριος ἐούσης, καὶ Μαυσσώλλου μὲν |
σωθέντος σὺν τῶι Διί, Μανίτα δὲ αὐτοῦ [τ]ὴν δίκην | |
λαβόντος ἐν χειρῶν νόμωι, ἔγνωσαν Μυλασε[ῖ]ς παρη- | |
νομημένου τοῦ ἱεροῦ καὶ Μαυσσώλλου τοῦ εὐερ- | |
γέτεω ἔρευναν ποιήσασθαι, εἴ τις καὶ ἄλλος μετέ[σ]- | |
10 | χεν ἢ ἐκοινώνησεν τῆς πράξιος· ἐλεγκθέντος δὲ |
καὶ Θύσσου τοῦ Σύσκω καὶ κριθέντος συναδικεῖν | |
μετὰ Μανίτα, ἔδοξε Μυλασευσιν καὶ ἐπεκύρωσαν | |
αἱ τρεῖς φυλαί· τὰ Μανίτα τοῦ Πακτύω καὶ Θύσσου | |
τοῦ Σύσκω προστεθῆναι Μαυσσώλλωι· καὶ τὰ | |
15 | κτήματα ἐπώλησεν ἡ πόλις δημοσίῃ, ἐπαρὰς |
ποιησαμένη, τούτων τὰς ὠνὰς τοῖς πριαμένοις | |
κυρίας εἶναι, καὶ μήτε προτιθέναι μήτε ἐπιψηφίζειν | |
μηδένα· εἰ δέ τις ταῦτα παραβαίνοι, ἐξώλη γίνε- | |
σθαι καὶ αὐτὸν καὶ τοὺς ἐκείνου πάντας. |