[ ] Caria — Mylasa (Milas) — 355/4 BC — CIG 2.2691e; LBW 379 — IK Mylasa I 3; McC. Myl. 114 — Syll.(3) 167c
1 ἔτει πέμπτωι Ἀρταξέρξευς βασιλεύοντος,
Μαυσσώλλου ἐξαιθραπεύον[τ]ος, Μανίτα τοῦ
Πακτύω ἐπιβουλεύσαντος Μαυσσώλλωι τῶι Ἑκατόμνω
ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Λαμβραύνδου, θυσίης ἐνιαυ-
5 σίης καὶ πανηγύριος ἐούσης, καὶ Μαυσσώλλου μὲν
σωθέντος σὺν τῶι Διί, Μανίτα δὲ αὐτοῦ [τ]ὴν δίκην
λαβόντος ἐν χειρῶν νόμωι, ἔγνωσαν Μυλασε[ῖ]ς παρη-
νομημένου τοῦ ἱεροῦ καὶ Μαυσσώλλου τοῦ εὐερ-
γέτεω ἔρευναν ποιήσασθαι, εἴ τις καὶ ἄλλος μετέ[σ]-
10 χεν ἢ ἐκοινώνησεν τῆς πράξιος· ἐλεγκθέντος δὲ
καὶ Θύσσου τοῦ Σύσκω καὶ κριθέντος συναδικεῖν
μετὰ Μανίτα, ἔδοξε Μυλασευσιν καὶ ἐπεκύρωσαν
αἱ τρεῖς φυλαί· τὰ Μανίτα τοῦ Πακτύω καὶ Θύσσου
τοῦ Σύσκω προστεθῆναι Μαυσσώλλωι· καὶ τὰ
15 κτήματα ἐπώλησεν ἡ πόλις δημοσίῃ, ἐπαρὰς
ποιησαμένη, τούτων τὰς ὠνὰς τοῖς πριαμένοις
κυρίας εἶναι, καὶ μήτε προτιθέναι μήτε ἐπιψηφίζειν
μηδένα· εἰ δέ τις ταῦτα παραβαίνοι, ἐξώλη γίνε-
σθαι καὶ αὐτὸν καὶ τοὺς ἐκείνου πάντας.
Search Help
Contact Us