[ ] Caria — Mylasa (Milas) — 361/360 BC — CIG 2.2691d; LBW 378 — IK Mylasa I 2; McC. Myl. 113 — Syll.(3) 167b
1 ἔτει τετρωκοστῶι καὶ πέμπτωι Ἀρταξέρξευς
βασιλεύοντος, Μαυσσώλλου ἐξαιθραπεύοντος·
ἔδοξε Μυλασεῦσι, ἐκκλησίης κυρίης γενομένης,
καὶ ἐπεκύρωσαν αἱ τρεῖς φυλαί· τοὺς Πελδέμω
5 παῖδας, παρανομήσαντας ἐς τὴν εἰκόνα
τὴν Ἑκατόμνω, ἀνδρὸς πολλὰ καὶ ἀγαθὰ ποιήσαν-
τος τὴμ πόλιν τὴμ Μυλασέων καὶ λόγωι καὶ ἔργωι,
ἀδικεῖν καὶ τὰ ἱερὰ ἀναθήματα καὶ τὴμ πόλιν
καὶ τοὺς εὐεργέτας τῆς πόλεως· ἀδικεῖν δὲ κατα-
10 γνόντες ἐζημίωσαν δημεύσει τῆς οὐσίης, καὶ ἐπώ[λη]-
σαν τὰ κτήματα αὐτῶν δημοσίηι, ἐκτῆσθαι κυρίως
τοῖς πριαμένοις, καὶ ἐπαρὰς ἐποιήσαντο περὶ τούτων
μήτε προτιθέναι μήτε ἐπιψηφίζειν μηδένα· εἰ δέ τις
ταῦτ[α πα]ραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αυτὸν καὶ τοὺς
15 ἐκείνου π[άν]τας.
Search Help
Contact Us