[ ] Caria — Magnesia-on-the-Maeander (Ortaklar, nr.) — 494 BC — I.Magnesia 115 — McC. Magn. 109 — Syll.(3) 22, Meiggs--Lewis 12; Guarducci II 105-108
1 βασιλεὺς [β]ασιλέ-
ων Δαρεῖος ὁ Ὑσ-
τάσπεω Γαδάται
δούλωι τάδε λέγε[ι]·
5 πυνθάνομαι σὲ τῶν
ἐμῶν ἐπιταγμάτων
οὐ κατὰ πάντα πει-
θαρχεῖν· ὅτι μὲν γὰ[ρ]
[τ]ὴν ἐμὴν ἐκπονεῖς
10 [γ]ῆν, τοὺς πέραν Εὐ-
φράτου καρποὺς ἐπὶ
τὰ κάτω τῆς Ἀσίας μέ-
[ρ]η καταφυτεύων, ἐπαι-
[ν]ῶ σὴν πρόθεσιν καὶ
15 [δ]ιὰ ταῦτά σοι κείσεται
μεγάλη χάρις ἐμ βασι-
λέως οἴκωι· ὅτι δὲ τὴν
ὑπὲρ θεῶν μου διάθε-
σιν ἀφανίζεις, δώσω
20 σοὶ μὴ μεταβαλομένωι
πεῖραν ἠδικ[ημέ]νου θ[υ]-
μοῦ· φυτουργοὺς γὰρ
[ἱ]εροὺς Ἀπόλλωνος φό-
ρον ἔπρασσες καὶ χώραν
25 [σ]καπανεύειν βέβηλον ἐ[πέ]-
τασσες, ἀγνοῶν ἐμῶν
προγόνων εἰς τὸν θεὸν
[ν]οῦν, ὃς Πέρσαις εἶπε
[πᾶσ]α[ν] ἀτρέκε[ι]αν καὶ τη
30 [— — —]
Search Help
Contact Us