[ ] Persis — Persepolis (Takht-e Jamshid, NE of Shiraz)? — 549-529 BC — Polyaenus 4.3.32
1 {²... ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γεγραμμένον ... εἶχε δὲ οὕτως·}²
1 πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι [․․․], 2 τῶν δὲ
δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι·  3 καὶ τῶν
τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. πυραμίνων μὲν ἀλεύρων τῶν πάντων
ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι.  4 κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα
5 καθαρῶν διακόσιαι ἀρτάβαι.  5 τῶν δὲ δευτέρων τετρακόσιαι· 6 [καὶ τῶν
τρίτων τετρακόσιαι]· τὸ σύμπαν δὲ τῶν κριθαμίνων ἀλεύρων χίλιαι
ἀρτάβαι. 7 χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι.
8 παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι.
9 καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ ** [ἀρτάβαι]· 10 πτισάνης δέκα
10 ἀρτάβαι· 11 σινήπυος σπέρματος τρίτον ἀρτάβης. 12 πρόβατα, οἱ ἄρσενες
τετρακόσιοι· 13 βόες ἑκατόν· 14 ἵπποι τριάκοντα· 15 χῆνες σιτευτοὶ
τετρακόσιοι· 16 τρυγόνες τριακόσιαι· 17 ὀρνίθια παντοδαπὰ μικρὰ
ἑξακόσια· 18 ἄρνες τριακόσιοι· 19 νεοσσοὶ χηνῶν ἑκατόν· 29 δορκάδες
τριάκοντα. 21 γάλακτος αὐθημερινοῦ δέκα μάριες [․․․]· 22 ὀξυγάλακτος
15 ἡδυσμένου δέκα μάριες. 23 σκορόδων τάλαντον σταθμῷ·  24 κρομύων
ἡμιτάλαντον σταθμῷ τῶν δριμέων. 25 φύλλου ἀρτάβη. 26 ὀποῦ σιλφίου
δύο μναῖ· 27 κυμίνου ἀρτάβη· 28 σιλφίου τάλαντον σταθμῷ. 29 μύρου ἐκ
μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· 30 κυκεῶνος ἐκ σιδίων ὀξέων
ἀρτάβη, 31 μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. 32 σταφίδος
20 μελαίνης τρία τάλαντα σταθμῷ· 33 <ἀ>νήθου ἄνθους τρεῖς μναῖ σταθμῷ·
34 μελανθίου τρίτον μέρος ἀρτάβης· 35 διαρίνου σπέρμα δύο καπέτιες·
36 σησάμων καθαρῶν δέκα ἀρτάβαι. 37 γλεύκους ἐξ οἴνου πέντε μάριες.
38 ῥαφανίδων ἑψανῶν, γογγυλίδων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες·
39 καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι,
25 πέντε μάριες· 40 ἁλῶν δέκα ἀρτάβαι. 41 Αἰθιοπικοῦ κυμίνου ἓξ καπέτιες·
42 ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. 43 σελίνου σπέρματος τέσσαρες
καπέτιες. 44 ἐλαίου σησαμίνου δέκα μάριες· 45 ἐλαίου ἀπὸ γάλακτος
πέντε μάριες· 46 ἐλαίου ἀπὸ τερμίνθων πέντε μάριες· 47 ἐλαίου
ἀκανθίνου πέντε μάριες· 48 ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς
30 μάριες. 49 ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. 50 οἴνου
πεντακόσιαι μάριες. ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν
ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον.
51 ξύλων διακόσιαι ἅμαξαι· 52 ὕλης ἑκατὸν ἅμαξαι· 53 τοῦ ὕοντος μέλιτος
ἑκατον παλάθαι τετράγωνοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ
35 Μηδικῇ ᾖ, ταῦτα δίδωσιν. 54 κνήκου σπέρματος τρεῖς ἀρτάβαι.
55 κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς <πότον> τε καὶ
ἄριστον ἀναλίσκεται. διαδίδωσι δὲ· 56 πυραμίνων ἀλεύρων τῶν καθαρῶν
πεντακοσίας ἀρτάβας· 57 κριθαμίνων δὲ καθαρῶν ἀλεύρων χιλίας
ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτάβας. 59 σεμιδάλεως
40 πεντακοσίας ἀρτάβας· 60 χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας
μάριας· 61 κριθὰς τοῖς κτήνεσι δισμυρίας ἀρτάβας· 62 ἀχύρων μυρίας
ἁμάξας· 63 κάρφους πεντακισχιλίας ἁμάξας· 64 ἐλαίου σησαμίνου
διακοσίας μάριας· 65 ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου
45 λεπτοῦ τριάκοντα ἀρτάβας.
Search Help
Contact Us