[ ]
Persis — Persepolis (Takht-e Jamshid, NE of Shiraz)? — 549-529 BC — Polyaenus 4.3.32
1 | {²... ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γεγραμμένον ... εἶχε δὲ οὕτως·}² |
1 | πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι [․․․], 2 τῶν δὲ |
δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι· 3 καὶ τῶν | |
τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. πυραμίνων μὲν ἀλεύρων τῶν πάντων | |
ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι. 4 κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα | |
5 | καθαρῶν διακόσιαι ἀρτάβαι. 5 τῶν δὲ δευτέρων τετρακόσιαι· 6 [καὶ τῶν |
τρίτων τετρακόσιαι]· τὸ σύμπαν δὲ τῶν κριθαμίνων ἀλεύρων χίλιαι | |
ἀρτάβαι. 7 χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. | |
8 παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. | |
9 καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ ** [ἀρτάβαι]· 10 πτισάνης δέκα | |
10 | ἀρτάβαι· 11 σινήπυος σπέρματος τρίτον ἀρτάβης. 12 πρόβατα, οἱ ἄρσενες |
τετρακόσιοι· 13 βόες ἑκατόν· 14 ἵπποι τριάκοντα· 15 χῆνες σιτευτοὶ | |
τετρακόσιοι· 16 τρυγόνες τριακόσιαι· 17 ὀρνίθια παντοδαπὰ μικρὰ | |
ἑξακόσια· 18 ἄρνες τριακόσιοι· 19 νεοσσοὶ χηνῶν ἑκατόν· 29 δορκάδες | |
τριάκοντα. 21 γάλακτος αὐθημερινοῦ δέκα μάριες [․․․]· 22 ὀξυγάλακτος | |
15 | ἡδυσμένου δέκα μάριες. 23 σκορόδων τάλαντον σταθμῷ· 24 κρομύων |
ἡμιτάλαντον σταθμῷ τῶν δριμέων. 25 φύλλου ἀρτάβη. 26 ὀποῦ σιλφίου | |
δύο μναῖ· 27 κυμίνου ἀρτάβη· 28 σιλφίου τάλαντον σταθμῷ. 29 μύρου ἐκ | |
μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· 30 κυκεῶνος ἐκ σιδίων ὀξέων | |
ἀρτάβη, 31 μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. 32 σταφίδος | |
20 | μελαίνης τρία τάλαντα σταθμῷ· 33 <ἀ>νήθου ἄνθους τρεῖς μναῖ σταθμῷ· |
34 μελανθίου τρίτον μέρος ἀρτάβης· 35 διαρίνου σπέρμα δύο καπέτιες· | |
36 σησάμων καθαρῶν δέκα ἀρτάβαι. 37 γλεύκους ἐξ οἴνου πέντε μάριες. | |
38 ῥαφανίδων ἑψανῶν, γογγυλίδων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· | |
39 καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι, | |
25 | πέντε μάριες· 40 ἁλῶν δέκα ἀρτάβαι. 41 Αἰθιοπικοῦ κυμίνου ἓξ καπέτιες· |
42 ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. 43 σελίνου σπέρματος τέσσαρες | |
καπέτιες. 44 ἐλαίου σησαμίνου δέκα μάριες· 45 ἐλαίου ἀπὸ γάλακτος | |
πέντε μάριες· 46 ἐλαίου ἀπὸ τερμίνθων πέντε μάριες· 47 ἐλαίου | |
ἀκανθίνου πέντε μάριες· 48 ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς | |
30 | μάριες. 49 ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. 50 οἴνου |
πεντακόσιαι μάριες. ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν | |
ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. | |
51 ξύλων διακόσιαι ἅμαξαι· 52 ὕλης ἑκατὸν ἅμαξαι· 53 τοῦ ὕοντος μέλιτος | |
ἑκατον παλάθαι τετράγωνοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ | |
35 | Μηδικῇ ᾖ, ταῦτα δίδωσιν. 54 κνήκου σπέρματος τρεῖς ἀρτάβαι. |
55 κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς <πότον> τε καὶ | |
ἄριστον ἀναλίσκεται. διαδίδωσι δὲ· 56 πυραμίνων ἀλεύρων τῶν καθαρῶν | |
πεντακοσίας ἀρτάβας· 57 κριθαμίνων δὲ καθαρῶν ἀλεύρων χιλίας | |
ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτάβας. 59 σεμιδάλεως | |
40 | πεντακοσίας ἀρτάβας· 60 χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας |
μάριας· 61 κριθὰς τοῖς κτήνεσι δισμυρίας ἀρτάβας· 62 ἀχύρων μυρίας | |
ἁμάξας· 63 κάρφους πεντακισχιλίας ἁμάξας· 64 ἐλαίου σησαμίνου | |
διακοσίας μάριας· 65 ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου | |
45 | λεπτοῦ τριάκοντα ἀρτάβας. |