[ ] Susiana — Susa (Shush) — bef. 8 BC — CRAI (1930) 211-220 — Merk.-Staub., Jenseits Euphrat 406; SGO 3 (2001) 12/03/04 — SEG 7.12; BE 1966.479
1 κηρύσσει Φραατὶς ἀεὶ πό[λις — — —]
     Ζαμάσπου σεμνοῦ τὸ κλέ[ος ἀθάνατον]·
Μαρᾶ γὰρ γνώμαις ἱεραῖς ἄ[γαγ’ ἄφθονον ὕδωρ]
    Φραάτου τε θεοῦ δαίμονι πα[νκράτορος]
5 σκηπτούχων βασιλῆος ἀμ[— — —]
    Τιριδάτου τε τύχηι τοῦ δαμά[σαντος — — —]·
ὅς ῥα ταγεὶς στρατιάρχος ὁ Σου[σιανὴν διακοσμῶν]
    πιστὸν Ζαμάσπην εἵλετο [οἰκονόμον]
οὗτος δὴ Γονδεῖσον ἐρημ[ωθέντα — — —]
10     κἠξ ἱκάνοιο χρόνου νακτὸ[ν ὄρυξε ῥόον]·
συνπνείων δ’ ἀστοῖς πρὸς απ[— — —]
    τόνδε διεξάγαγεν πλήθεσι δ[— — —]
φίλτατον Ἡλιόδωρον ὀπασσα[— — —]
    δραστικόν, ἐκ πάντων ἄνδρα δ[— — —]
15 τούνεκα νῦν [․]παγ’ ἶσος ἀπ[— — —]
    [— — — — — — — — — — — — —]
Search Help
Contact Us