[ ] Susiana — Susa (Shush) — 142/1 BC — CRAI (1932) 278,3 — Merk.-Staub., Jenseits Euphrat 418 — SEG 7.22, 49.1975
1 ἔτους αορʹ, μηνὸς [— — —]
φιέρωσεν Στράτων Σιμίου
Ναναίαι θεᾶι Καν[․․․․․] τὴ[ν]
παιδίσκην αὑτοῦ ὡς ἐτῶν λʹ
5 ὑπὲρ βασιλέως καὶ βασιλίσσης
σωτηρίας, καὶ μὴ ἐξέστω Στρά[τωνι]
μηδὲ ἄλλωι ὑπὲρ αὐτοῦ τρόπω[ι]
<¹⁴ἐμποι[ή]σασ(θαι) τοῦ προγεγραμ(μένου)>¹⁴
ὡιτινι[οῦ]ν [μη]δὲ [κα]ὶ πω[λ]εῖν(?)
10 ἐὰν δέ τι τούτων ποιήσῃ, ἔστ[ω]
ἄκυρον καὶ προσαποτεισάτω
εἰς τὸ ἱερὸν τῆς Ναναίας ἀργυ[ρίου]
δραχμὰς (τρισχιλίας).
Search Help
Contact Us