[ ] Susiana — Susa (Shush) — 183/2 BC — CRAI (1931) 279,1 — Merk.-Staub., Jenseits Euphrat 420 — SEG 7.17
1 βασιλεύοντος Σελεύκου, ἔτους λρʹ, μ[η]νὸ[ς]
Δαισίου, ἐν Σελευκείαι [τ]ῆι πρὸς τῶι Εὐ-
λαίωι· ἀφιέρωσεν Καλλιφῶν Διοδώ-
ρου, φάμενος εἶ<ν>αι τῶν ὑπὸ Ἀλέ-
5 ξανδρον ἱππέων, Ἀπόλλωνι καὶ
Ἀρτέμιδι Δαΐτταις ὑπὲρ τῆς [Σε]-
λεύκου τοῦ βασιλέως καὶ Λ[αο]-
δίκης τῆς [βασιλ]ίσση[ς τῆς μητρὸς]
[τοῦ βασιλέως καὶ Λαοδίκης τῆς]
10 [γυναικὸς τοῦ βασιλέως σωτηρίας]
Search Help
Contact Us