[ ] Syria, Ctr. — Palmyra (Tadmor): Umm-el-Amad — 145-146 AD — CRAI 1930.182-183 — Merk.-Staub., Jenseits Euphrat 706 — SEG 7.135; AnnÉp (1931) 54
I.1 ἔτο[υς υνζʹ μηνὸς — — —]
ἡ βουλὴ [κ]αὶ ὁ δῆμος [Σόαδ]ον Βωλιάδους
τοῦ Σ[ο]άδου τοῦ Θαιμισάμσου, εὐσεβῆ καὶ
φιλόπατριν, καὶ ἐν πολλοῖς καὶ μεγάλοις καιροῖς
5 γν[η]σίως καὶ φιλοτείμως παράσταντα τοῖς
[μπόρ]οις καὶ ταῖς συνοδίαις καὶ τοῖς ἐν Ὀλοφασίᾳ
πολείταις καὶ ἐπὶ τούτοις [ἐπισ]τολ[ᾷ] θεοῦ
[Ἁ]δριανοῦ καὶ τοῦ θειοτάτου α[ὐ]τοκράτορος
Ἀντωνεινοῦ υἱοῦ αὐτοῦ μαρτυρηθέντα,
10 ὁμοίως καὶ διατάγματι Ποβλικίου Μαρκέλλου
καὶ ἐπιστολᾷ αὐτοῦ καὶ τῶν ἐξῆς ὑπατικῶν
καὶ ψηφίσμασι καὶ ἀνδριᾶσι τειμηθέντα ὑπὸ
βουλῆς καὶ δήμου καὶ τῶν κατὰ καιρὸν συν-
οδιῶν καὶ τῶν καθ’ ἕνα πολειτῶν, καὶ νῦν τοῦτον
15 μόνον τῶν πώποτε πολειτῶν ὑπὸ τῆς
πατρίδος διὰ τὰς συνεχεῖς καὶ ἐπ’ ἀλ[λ]ήλους
εὐποΐας τεσσάρων ἀνδριάντων ἐν τῷ
τετραδείῳ τῆς πόλεως ἐπὶ κειόνων δημοσίοις
ἀναλώμασι κατηξιωμένον, καὶ ἄλλων
20 ἀνδριάντων τριῶν ἔν τε Σπασίνου Χάρακι
[κα]ὶ ἐν Ὀλ[ο]γασίᾳ καὶ ἐ[ν] Γεννάη καταλύματι συν-
{συν}οδιῶν ὑπὸ β[ουλ]ῆς καὶ δήμου καὶ κτίσαντα
[ἐ]ν Ὀλογα[σίᾳ ναὸν τῶν Σε]βαστῶν κ[αὶ] κ[α]θι-
[ερώ]σαν[τα — — —]
II.25 [καὶ πίστε]ω[ς κ]αὶ μεγαλοφ[ρ]οσύνης ἕ[νεκα]
πά[νυ πᾶσα]ν ἐνχειρισθέντα δυναστείαν
[— — —]στωτο[— — —]ειρο
[— — —]ες Σπασίνου [Χαρακ— — —]
Search Help
Contact Us